§8.76.1ἐς φιλονικίαν τε καθέστασαν τὸν χρόνον τοῦτον οἱ μὲν τὴν πόλιν ἀναγκάζοντες δημοκρατεῖσθαι, οἱ δὲ τὸ στρατόπεδον ὀλιγαρχεῖσθαι.
この時期、一方の人々はアテナイ市に民主制を強いることで、他方の人々は軍営に寡頭制を強いることで、互いに対立状態に入っていた。
§8.76.2ἐποίησαν δὲ καὶ ἐκκλησίαν εὐθὺς οἱ στρατιῶται, ἐν ᾗ τοὺς μὲν προτέρους στρατηγούς, καὶ εἴ τινα τῶν τριηράρχων ὑπώπτευον, ἔπαυσαν, ἄλλους δὲ ἀνθείλοντο καὶ τριηράρχους καὶ στρατηγούς, ὧν Θρασύβουλός τε καὶ Θράσυλος ὑπῆρχον.
そして兵士たちは直ちに民会を開き、その中で以前の将軍たちや、トリエラコスのうちで疑わしいとみなした者を罷免し、他の人々を代わりにトリエラコスや将軍として選出した。 その中にはトラシュブロスとトラシュロスも含まれていた。
§8.76.3καὶ παραινέσεις ἄλλας τε ἐποιοῦντο ἐν σφίσιν αὐτοῖς ἀνιστάμενοι καὶ ὡς οὐ δεῖ ἀθυμεῖν ὅτι ἡ πόλις αὐτῶν ἀφέστηκεν·
また、彼らは互いに立ち上がって様々な励ましの演説を行い、自分たちの都市が離反したからといって落胆する必要はないと主張した。
τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι.
というのも、少数者(アテナイ市の人々)が、より多数でありあらゆる点で手段に富む自分たちから離脱したのだからである。
§8.76.4ἐχόντων γὰρ σφῶν τὸ πᾶν ναυτικόν, τάς τε ἄλλας πόλεις ὧν ἄρχουσιν ἀναγκάσειν τὰ χρήματα ὁμοίως διδόναι καὶ εἰ ἐκεῖθεν ὡρμῶντο (πόλιν τε γὰρ σφίσιν ὑπάρχειν Σάμον οὐκ ἀσθενῆ, ἀλλ’ ἣ παρ’ ἐλάχιστον δὴ ἦλθε τὸ Ἀθηναίων κράτος τῆς θαλάσσης, ὅτε ἐπολέμησεν, ἀφελέσθαι, τούς τε πολεμίους ἐκ τοῦ αὐτοῦ χωρίου ἀμυνεῖσθαι οὗπερ καὶ πρότερον), καὶ δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ ἐπιτήδεια τῶν ἐν τῇ πόλει.
自分たちが全海軍を保持している以上、アテナイから出撃していた場合と同様に、支配下にある他の諸都市に対しても同様に資金を支払うよう強制できるであろうし(彼らには、かつて戦争をした際にアテナイの制海権を奪い取る寸前まで行った、決して弱小ではないサモスという都市が味方にあり、かつてと同様にその同じ場所から敵を防ぐことができるからである)、船を所有している自分たちの方が、市内にいる人々よりも物資を調達する能力が高い。
§8.76.5καὶ δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν τοῦ ἐς τὸν Πειραιᾶ ἔσπλου, καὶ νῦν ἐς τοιοῦτον καταστήσονται μὴ βουλομένων σφίσι πάλιν τὴν πολιτείαν ἀποδοῦναι, ὥστε αὐτοὶ δυνατώτεροι εἶναι εἴργειν ἐκείνους τῆς θαλάσσης ἢ ὑπ᾽ ἐκείνων εἴργεσθαι.
かつても自分たちがサモスに前線待機していたからこそ、彼ら(市内の人々)はピレウスへの入港路を支配できていたのであり、もし彼らが自分たちに国制を返還することを拒むならば、今や自分たちの方が彼らを海から閉め出す力が強く、彼らから閉め出されることはないという状況に彼らを追い込むことになる。
§8.76.6βραχύ τέ τι εἶναι καὶ οὐδενὸς ἄξιον ὃ πρὸς τὸ περιγίγνεσθαι τῶν πολεμίων ἡ πόλις σφίσι χρήσιμος ἦν, καὶ οὐδὲν ἀπολωλεκέναι, οἵ γε μήτε ἀργύριον εἶχον ἔτι πέμπειν, ἀλλ᾽ αὐτοὶ ἐπορίζοντο οἱ στρατιῶται, μήτε βούλευμα χρηστόν, οὗπερ ἕνεκα πόλις στρατοπέδων κρατεῖ·
敵に打ち勝つためにアテナイ市が彼らにとって有用であった部分はわずかで取るに足らないものであり、自分たちは何も失っていない。 なぜなら、彼らはもはや資金を送ることもできず(兵士たちが自ら調達していたのである)、都市が軍隊を支配する所以である「優れた策」を送ることもできないからである。
ἀλλὰ καὶ ἐν τούτοις τοὺς μὲν ἡμαρτηκέναι τοὺς πατρίους νόμους καταλύσαντας, αὐτοὶ δὲ σῴζειν καὶ ἐκείνους πειράσεσθαι προσαναγκάζειν, ὥστε οὐδὲ τούτους, οἵπερ ἂν βουλεύοιέν τι χρηστόν, παρὰ σφίσι χείρους εἶναι.
むしろ、この点においても、あちらの人々は祖法を廃止して過ちを犯したのに対し、自分たちはそれを守り、彼らをもそれに従わせようと努めているのであり、有益な策を立てる能力において自分たちの側の指導者たちの方が劣っているわけではない。
§8.76.7Ἀλκιβιάδην τε, ἢν αὐτῷ ἄδειάν τε καὶ κάθοδον ποιήσωσιν, ἄσμενον τὴν παρὰ βασιλέως ξυμμαχίαν παρέξειν.
さらに、もしアルキビアデスに処罰免除と帰国を認めれば、彼は喜んで王との同盟をもたらすであろう。
τό τε μέγιστον, ἢν ἁπάντων σφάλλωνται, εἶναι αὐτοῖς τοσοῦτον ἔχουσι ναυτικὸν πολλὰς τὰς ἀποχωρήσεις ἐν αἷς καὶ πόλεις καὶ γῆν εὑρήσουσιν.
そして最大の強みは、万が一すべての企てに失敗したとしても、これほどの海軍を擁する自分たちには、多くの避難所があり、そこで都市も土地も見出すことができるということである。