§8.75.1οἱ δὲ ἀκούοντες ἐπὶ τοὺς τὴν ὀλιγαρχίαν μάλιστα ποιήσαντας καὶ ἔτι τῶν ἄλλων τοὺς μετασχόντας τὸ μὲν πρῶτον ὥρμησαν βάλλειν, ἔπειτα μέντοι ὑπὸ τῶν διὰ μέσου κωλυθέντες καὶ διδαχθέντες μὴ τῶν πολεμίων ἀντιπρῴρων ἐγγὺς ἐφορμούντων ἀπολέσωσι τὰ πράγματα, ἐπαύσαντο. §8.75.2μετὰ δὲ τοῦτο λαμπρῶς ἤδη ἐς δημοκρατίαν βουλόμενοι μεταστῆσαι τὰ ἐν τῇ Σάμῳ ὅ τε Θρασύβουλος ὁ τοῦ Λύκου καὶ Θράσυλος (οὗτοι γὰρ μάλιστα προειστήκεσαν τῆς μεταβολῆς) ὥρκωσαν πάντας τοὺς στρατιώτας τοὺς μεγίστους ὅρκους, καὶ αὐτοὺς τοὺς ἐκ τῆς ὀλιγαρχίας μάλιστα, ἦ μὴν δημοκρατήσεσθαί τε καὶ ὁμονοήσειν καὶ τὸν πρὸς Πελοποννησίους πόλεμον προθύμως διοίσειν καὶ τοῖς τετρακοσίοις πολέμιοί τε ἔσεσθαι καὶ οὐδὲν ἐπικηρυκεύσεσθαι. §8.75.3ξυνώμνυσαν δὲ καὶ Σαμίων πάντες τὸν αὐτὸν ὅρκον οἱ ἐν τῇ ἡλικίᾳ, καὶ τὰ πράγματα πάντα καὶ τὰ ἀποβησόμενα ἐκ τῶν κινδύνων ξυνεκοινώσαντο οἱ στρατιῶται τοῖς Σαμίοις, νομίζοντες οὔτε ἐκείνοις ἀποστροφὴν σωτηρίας οὔτε σφίσιν εἶναι, ἀλλ᾽, ἐάν τε οἱ τετρακόσιοι κρατήσωσιν ἐάν τε οἱ ἐκ Μιλήτου πολέμιοι, διαφθαρήσεσθαι.
Upon hearing this, the soldiers at first rushed to pelt with stones those who had been the chief instigators of the oligarchy, as well as any others who had shared in it; however, being prevented by those of the moderate party and warned not to ruin their cause while the enemy was lying at anchor close by, prow to prow, they desisted. After this, Thrasybulus the son of Lycus and Thrasylus, who were the chief leaders of the change, wishing now to restore the government in Samos decisively to a democracy, bound all the soldiers, and especially those of the oligarchical faction themselves, by the most solemn oaths that they would indeed maintain a democracy and live in harmony, and zealously prosecute the war against the Peloponnesians, and be enemies to the Four Hundred and make no peace-overtures to them. All the Samians of military age also took the same oath with them; and the soldiers shared all their affairs and the consequences of their dangers with the Samians, thinking that there was no refuge of safety either for them or for themselves, but that whether the Four Hundred should prevail or the enemy from Miletus, they would be destroyed.