§8.6.1οἱ μὲν οὖν Χῖοι καὶ Τισσαφέρνης κοινῇ κατὰ τὸ αὐτὸ ἔπρασσον, Καλλίγειτος δὲ ὁ Λαοφῶντος Μεγαρεὺς καὶ Τιμαγόρας ὁ Ἀθηναγόρου Κυζικηνός, φυγάδες τῆς ἑαυτῶν ἀμφότεροι παρὰ Φαρναβάζῳ τῷ Φαρνάκου κατοικοῦντες, ἀφικνοῦνται περὶ τὸν αὐτὸν καιρὸν ἐς τὴν Λακεδαίμονα πέμψαντος Φαρναβάζου, ὅπως ναῦς κομίσειαν ἐς τὸν Ἑλλήσποντον, καὶ αὐτός, εἰ δύναιτο, ἅπερ ὁ Τισσαφέρνης προυθυμεῖτο, τάς τε ἐν τῇ ἑαυτοῦ ἀρχῇ πόλεις ἀποστήσειε τῶν Ἀθηναίων διὰ τοὺς φόρους καὶ ἀφ’ ἑαυτοῦ βασιλεῖ τὴν ξυμμαχίαν τῶν Λακεδαιμονίων ποιήσειεν.
オイ・メン・ウーン・キオイ・カイ・ティッサフェルネース(キオス人とティッサフェルネス)は共同して同じ目的のために行動していたが、メガラ人のラオポーンの息子カリゲイトスと、キュジコス人のアテナゴラスの息子ティマゴラス(この二人はともに自国を追放され、ファルナケスの子ファルナバゾスのところに滞在していた)が、ファルナバゾスの派遣により同じ時期にラケダイモンに到着した。 それは、ヘレスポントスに船を呼び寄せるためであり、またファルナバゾス自身も、もし可能なら(ティッサフェルネスが熱望していたのと同様に)、自身の管轄内の都市を貢納金のためにアテナイ人から離反させ、自らの手でラケダイモン人との同盟を王にもたらすためであった。
§8.6.2πρασσόντων δὲ ταῦτα χωρὶς ἑκατέρων, τῶν τε ἀπὸ τοῦ Φαρναβάζου καὶ τῶν ἀπὸ τοῦ Τισσαφέρνους, πολλὴ ἅμιλλα ἐγίγνετο τῶν ἐν τῇ Λακεδαίμονι, ὅπως οἱ μὲν ἐς τὴν Ἰωνίαν καὶ Χίον, οἱ δ’ ἐς τὸν Ἑλλήσποντον πρότερον ναῦς καὶ στρατιὰν πείσουσι πέμπειν.
このようにファルナバゾスの側とティッサフェルネスの側の双方が別々にこれらを進めていたため、ラケダイモンにおいて激しい対立が生じた。 一方はイオニアとキオスへ、他方はヘレスポントスへ、どちらが先に船と軍勢を送るよう説得できるかをめぐってであった。
§8.6.3οἱ μέντοι Λακεδαιμόνιοι τὰ τῶν Χίων καὶ Τισσαφέρνους παρὰ πολὺ προσεδέξαντο μᾶλλον·
しかしながら、ラケダイモン人はキオス人とティッサフェルネスの提案の方をはるかに好意的に受け入れた。
ξυνέπρασσε γὰρ αὐτοῖς καὶ Ἀλκιβιάδης, Ἐνδίῳ ἐφορεύοντι πατρικὸς ἐς τὰ μάλιστα ξένος ὤν, ὅθεν καὶ τοὔνομα Λακωνικὸν ἡ οἰκία αὐτῶν κατὰ τὴν ξενίαν ἔσχεν·
アルキビアデスが彼らに協力して画策していたからである。 彼は、当時エポロスであったエンディオスと極めて親密な先祖代々の客客関係にあり、その絆ゆえに、彼の家はスパルタ風の名前を得ていたのである。
Ἔνδιος γὰρ Ἀλκιβιάδου ἐκαλεῖτο.
実際、エンディオスはアルキビアデスの息子と呼ばれていた。
§8.6.4ὅμως δ’ οἱ Λακεδαιμόνιοι πρῶτον κατάσκοπον ἐς τὴν Χίον πέμψαντες Φρῦνιν ἄνδρα περίοικον, εἰ αἵ τε νῆες αὐτοῖς εἰσὶν ὅσασπερ ἔλεγον καὶ τἆλλα εἰ ἡ πόλις ἱκανή ἐστι πρὸς τὴν λεγομένην δόξαν, ἀπαγγείλαντος αὐτοῖς ὡς εἴη ταῦτα ἀληθῆ ἅπερ ἤκουον, τούς τε Χίους καὶ τοὺς Ἐρυθραίους εὐθὺς ξυμμάχους ἐποιήσαντο καὶ τεσσαράκοντα ναῦς ἐψηφίσαντο αὐτοῖς πέμπειν, ὡς ἐκεῖ οὐκ ἔλασσον ἢ ἑξήκοντα ἀφ’ ὧν οἱ Χῖοι ἔλεγον ὑπαρχουσῶν.
それでもなお、ラケダイモン人はまず、ペリオイコイのフリュニスという男を偵察としてキオスに派遣し、船が彼らの言う通りの数だけあるか、またその他の点でも、その都市が評判に見合うだけの十分な実力を備えているかを確かめさせた。 彼が、耳にしていたことはすべて真実であると報告すると、彼らは直ちにキオス人とエリュトライ人を同盟国とし、彼らに40隻の船を送ることを議決した。 キオス人によれば、現地にはすでに60隻を下らない船が存在しているとのことだったからである。
§8.6.5καὶ τὸ μὲν πρῶτον δέκα τούτων αὐτοὶ ἔμελλον πέμψειν, καὶ Μελαγχρίδαν, ὃς αὐτοῖς ναύαρχος ἦν·
そして当初は、彼ら自身がこのうちの10隻と、彼らの海軍司令官であったメランクレイドスを派遣する予定であった。
ἔπειτα σεισμοῦ γενομένου ἀντὶ τοῦ Μελαγχρίδου Χαλκιδέα ἔπεμπον καὶ ἀντὶ τῶν δέκα νεῶν πέντε παρεσκευάζοντο ἐν τῇ Λακωνικῇ.
しかしその後、地震が発生したため、メランクレイドスの代わりにカルキデウスを派遣することにし、10隻の代わりに5隻をラコニカ地方で準備させた。
καὶ ὁ χειμὼν ἐτελεύτα καὶ ἑνὸς δέον εἰκοστὸν ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
こうして冬が終わり、トゥキディデスが記録したこの戦争の第20年目が終わった。