Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.6.1-8.6.5

斯巴达与希奥斯及提萨斐尼结盟

第 814 段,共 917 段 · 希腊语

内容简介

在法尔纳巴佐斯和提萨斐尼两派使者竞相争取斯巴达支持的过程中,拉栖代梦人在阿尔西比亚德斯的推动下,选择与希奥斯及提萨斐尼结盟并决定派遣船只,战争的第二十年随之结束。

§8.6.1οἱ μὲν οὖν Χῖοι καὶ Τισσαφέρνης κοινῇ κατὰ τὸ αὐτὸ ἔπρασσον, Καλλίγειτος δὲ ὁ Λαοφῶντος Μεγαρεὺς καὶ Τιμαγόρας ὁ Ἀθηναγόρου Κυζικηνός, φυγάδες τῆς ἑαυτῶν ἀμφότεροι παρὰ Φαρναβάζῳ τῷ Φαρνάκου κατοικοῦντες, ἀφικνοῦνται περὶ τὸν αὐτὸν καιρὸν ἐς τὴν Λακεδαίμονα πέμψαντος Φαρναβάζου, ὅπως ναῦς κομίσειαν ἐς τὸν Ἑλλήσποντον, καὶ αὐτός, εἰ δύναιτο, ἅπερ ὁ Τισσαφέρνης προυθυμεῖτο, τάς τε ἐν τῇ ἑαυτοῦ ἀρχῇ πόλεις ἀποστήσειε τῶν Ἀθηναίων διὰ τοὺς φόρους καὶ ἀφ’ ἑαυτοῦ βασιλεῖ τὴν ξυμμαχίαν τῶν Λακεδαιμονίων ποιήσειεν.
希奥斯人和提萨斐尼为了同一目的共同行动,而麦加拉人拉奥丰之子卡里吉托斯和库齐科斯人阿特纳戈拉斯之子蒂马戈拉斯(两人均从各自城邦流亡,寄居在法尔纳克斯之子法尔纳巴佐斯处)也于同一时期抵达拉栖代梦,他们是由法尔纳巴佐斯派遣而来的。 这是为了将船只引入赫勒斯滂,以便法尔纳巴佐斯自己如果可能的话,也能实现提萨斐尼所热望的事——因贡赋原因使他辖区内的城市脱离雅典人叛变,并凭自己的力量为国王争取到拉栖代梦人的同盟。
§8.6.2πρασσόντων δὲ ταῦτα χωρὶς ἑκατέρων, τῶν τε ἀπὸ τοῦ Φαρναβάζου καὶ τῶν ἀπὸ τοῦ Τισσαφέρνους, πολλὴ ἅμιλλα ἐγίγνετο τῶν ἐν τῇ Λακεδαίμονι, ὅπως οἱ μὲν ἐς τὴν Ἰωνίαν καὶ Χίον, οἱ δ’ ἐς τὸν Ἑλλήσποντον πρότερον ναῦς καὶ στρατιὰν πείσουσι πέμπειν.
由于法尔纳巴佐斯和提萨斐尼这两方各自独立运作,拉栖代梦内部产生了激烈的竞争,一方试图说服他们先向伊奥尼亚和希奥斯派遣船只和军队,而另一方则试图说服他们先向赫勒斯滂派遣。
§8.6.3οἱ μέντοι Λακεδαιμόνιοι τὰ τῶν Χίων καὶ Τισσαφέρνους παρὰ πολὺ προσεδέξαντο μᾶλλον· ξυνέπρασσε γὰρ αὐτοῖς καὶ Ἀλκιβιάδης, Ἐνδίῳ ἐφορεύοντι πατρικὸς ἐς τὰ μάλιστα ξένος ὤν, ὅθεν καὶ τοὔνομα Λακωνικὸν ἡ οἰκία αὐτῶν κατὰ τὴν ξενίαν ἔσχεν· Ἔνδιος γὰρ Ἀλκιβιάδου ἐκαλεῖτο.
然而,拉栖代梦人显然更倾向于接受希奥斯人和提萨斐尼的提议;因为阿尔西比亚德斯也在协助他们,他与当时担任监察官的恩迪乌斯有着极为亲密的世袭客卿关系,这也是为什么他的家族因这种交谊而获得了一个拉栖代梦式的名字;因为恩迪乌斯被称为阿尔西比亚德斯之子。
§8.6.4ὅμως δ’ οἱ Λακεδαιμόνιοι πρῶτον κατάσκοπον ἐς τὴν Χίον πέμψαντες Φρῦνιν ἄνδρα περίοικον, εἰ αἵ τε νῆες αὐτοῖς εἰσὶν ὅσασπερ ἔλεγον καὶ τἆλλα εἰ ἡ πόλις ἱκανή ἐστι πρὸς τὴν λεγομένην δόξαν, ἀπαγγείλαντος αὐτοῖς ὡς εἴη ταῦτα ἀληθῆ ἅπερ ἤκουον, τούς τε Χίους καὶ τοὺς Ἐρυθραίους εὐθὺς ξυμμάχους ἐποιήσαντο καὶ τεσσαράκοντα ναῦς ἐψηφίσαντο αὐτοῖς πέμπειν, ὡς ἐκεῖ οὐκ ἔλασσον ἢ ἑξήκοντα ἀφ’ ὧν οἱ Χῖοι ἔλεγον ὑπαρχουσῶν.
尽管如此,拉栖代梦人还是先派了一名庇里阿西人弗里尼斯作为侦察员前往希奥斯,以核实他们是否拥有如其所说的船只数量,以及在其他方面该城邦是否与传闻的名声相符。 在弗里尼斯回报听闻之事属实后,他们便立即与希奥斯人和埃里特赖人结为同盟,并投票决定向他们派遣四十艘船只,因为根据希奥斯人的说法,当地已拥有不少于六十艘现成船只。
§8.6.5καὶ τὸ μὲν πρῶτον δέκα τούτων αὐτοὶ ἔμελλον πέμψειν, καὶ Μελαγχρίδαν, ὃς αὐτοῖς ναύαρχος ἦν· ἔπειτα σεισμοῦ γενομένου ἀντὶ τοῦ Μελαγχρίδου Χαλκιδέα ἔπεμπον καὶ ἀντὶ τῶν δέκα νεῶν πέντε παρεσκευάζοντο ἐν τῇ Λακωνικῇ.
起初,他们打算自己派遣其中的十艘船,并派他们的海军统帅梅兰克里达斯随行;但随后由于发生了地震,他们改派哈尔基德乌斯代替梅兰克里达斯,并在拉科尼亚准备了五艘船代替原来的十艘。
καὶ ὁ χειμὼν ἐτελεύτα καὶ ἑνὸς δέον εἰκοστὸν ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
冬天结束了,由修昔底德所记录的这场战争的第二十年也随之结束。

词汇与语法注释

  1. 8.6.1πέμψαντος Φαρναβάζου — 这是一个属格独立结构,表示使节抵达的原因或动因,即他们是受到法尔纳巴佐斯的派遣而来的。
  2. 8.6.3Ἔνδιος γὰρ Ἀλκιβιάδου ἐκαλεῖτο. — 单用的属格 Ἀλκιβιάδου 起到父称的作用,意为“阿尔西比亚德斯之(子)恩迪乌斯”。这反映了两家世袭客卿(xenia)交谊的背景,他们会用对方家族的显赫名字互为子嗣命名。
  3. 8.6.4ἀφ’ ὧν οἱ Χῖοι ἔλεγον ὑπαρχουσῶν — 该句本应写作 ἀπὸ τῶν νεῶν ἃς οἱ Χῖοι ἔλεγον ὑπάρχειν(“源于希奥斯人所说现有的船只”),但由于关系代词 ὧν 受到介词 ἀπό 的吸引而变为属格(即吸引作用),且表示存在的分词 ὑπαρχουσῶν 也随之变为属格一致,形成了这一复杂的紧缩结构。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.6.1-8.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.6.1-8.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。