§8.48.1καὶ ἐκινήθη πρότερον ἐν τῷ στρατοπέδῳ τοῦτο καὶ ἐς τὴν πόλιν ἐντεῦθεν ὕστερον ἦλθεν.
そして、この動きはまず陣営の中で起こり、そこから後に都市へと伝わった。
τῷ τε Ἀλκιβιάδῃ διαβάντες τινὲς ἐκ τῆς Σάμου ἐς λόγους ἦλθον, καὶ ὑποτείνοντος αὐτοῦ Τισσαφέρνην μὲν πρῶτον, ἔπειτα δὲ καὶ βασιλέα φίλον ποιήσειν, εἰ μὴ δημοκρατοῖντο (οὕτω γὰρ ἂν πιστεῦσαι μᾶλλον βασιλέα), πολλὰς ἐλπίδας εἶχον αὐτοί θ’ ἑαυτοῖς οἱ δυνατώτατοι τῶν πολιτῶν τὰ πράγματα, οἵπερ καὶ ταλαιπωροῦνται μάλιστα, ἐς ἑαυτοὺς περιποιήσειν καὶ τῶν πολεμίων ἐπικρατήσειν.
サモスから渡った幾人かの者たちがアルキビアデスと会談を持ち、彼が、もし彼らが民主政をやめるならば(そうすれば王はよりアテナイ人を信頼するだろうから)、まず第一にティッサフェルネスを、次いで王をも味方にしてみせるとほのめかしたので、市民のうちで最も有力な者たち(彼ら自身、まさに最も苦難を強いられている者たちである)は、国政を自分たちの手に収め、敵に対して勝利を収めることができるという大きな希望を自らに対して抱いた。
§8.48.2ἔς τε τὴν Σάμον ἐλθόντες ξυνίστασάν τε τῶν ἀνθρώπων τοὺς ἐπιτηδείους ἐς ξυνωμοσίαν καὶ ἐς τοὺς πολλοὺς φανερῶς ἔλεγον ὅτι βασιλεὺς σφίσι φίλος ἔσοιτο καὶ χρήματα παρέξοι Ἀλκιβιάδου τε κατελθόντος καὶ μὴ δημοκρατουμένων.
彼らはサモスに戻ると、人々のうちで同志となるにふさわしい者たちを陰謀のために組織し、民衆に対しては、アルキビアデスが帰還し、かつ民主政を行わないならば、王は自分たちの味方になり、資金を提供するだろうと公然と言い表した。
§8.48.3καὶ ὁ μὲν ὄχλος, εἰ καί τι παραυτίκα ἤχθετο τοῖς πρασσομένοις, διὰ τὸ εὔπορον τῆς ἐλπίδος τοῦ παρὰ βασιλέως μισθοῦ ἡσύχαζεν·
そして民衆は、進行している事態に一時的には多少の不満を抱いたとしても、王からの給与という手に入りやすい希望ゆえに、静穏を保っていた。
οἱ δὲ ξυνιστάντες τὴν ὀλιγαρχίαν, ἐπειδὴ τῷ πλήθει ἐκοίνωσαν, αὖθις κἀν σφίσιν αὐτοῖς καὶ τοῦ ἑταιρικοῦ τῷ πλέονι τὰ ἀπὸ τοῦ Ἀλκιβιάδου ἐσκόπουν.
しかし、寡頭政を組織する者たちは、大衆に計画を伝えた後、再び自分たちの間でも、また政治結社の多数のメンバーの間でも、アルキビアデスからの提案を再考した。
§8.48.4καὶ τοῖς μὲν ἄλλοις ἐφαίνετο εὔπορα καὶ πιστά, Φρυνίχῳ δὲ στρατηγῷ ἔτι ὄντι οὐδὲν ἤρεσκεν, ἀλλ’ ὅ τε Ἀλκιβιάδης, ὅπερ καὶ ἦν, οὐδὲν μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεῖσθαι ἐδόκει αὐτῷ οὐδ’ ἄλλο τι σκοπεῖσθαι ἢ ὅτῳ τρόπῳ ἐκ τοῦ παρόντος κόσμου τὴν πόλιν μεταστήσας ὑπὸ τῶν ἑταίρων παρακληθεὶς κάτεισι, σφίσι δὲ περιοπτέον εἶναι τοῦτο μάλιστα, ὅπως μὴ στασιάσωσιν·
そして他の者たちにはそれが実行可能で信頼できるように思われたが、未だ将軍の職にあったフリュニコスには、全く気に入らなかった。 彼には、アルキビアデスは(事実その通りであったが)民主政よりも寡頭政を望んでいるわけでもなく、また現在の体制から国家を変革し、同志たちから呼び戻されて帰還すること以外の何ものをも目論んではいないように思われた。
[τῷ] βασιλεῖ τε οὐκ εὔπορον εἶναι καὶ Πελοποννησίων ἤδη ὁμοίως ἐν τῇ θαλάσσῃ ὄντων καὶ πόλεις ἐχόντων ἐν τῇ αὐτοῦ ἀρχῇ οὐ τὰς ἐλαχίστας, Ἀθηναίοις προσθέμενον, οἷς οὐ πιστεύει, πράγματα ἔχειν, ἐξὸν Πελοποννησίους, ὑφ’ ὧν κακὸν οὐδέν πω πέπονθε, φίλους ποιήσασθαι.
また、自分たちにとって最も注意深く見守るべきなのは、内紛を起こさないようにすることであり、王にとっても、ペロポネソス勢がすでに同じように海上に進出し、王の支配領域の中で小さからぬ都市を領有しているというのに、自らが信頼していないアテナイ人と味方になって自ら厄介ごとを抱え込むことは容易ではなく、むしろ、これまでいかなる害も被ったことのないペロポネソス勢を味方にする機会があるのだから、それを選ぶだろう、と思われた。
§8.48.5τάς τε ξυμμαχίδας πόλεις, αἷς ὑπεσχῆσθαι δὴ σφᾶς ὀλιγαρχίαν, ὅτι δὴ καὶ αὐτοὶ οὐ δημοκρατήσονται, εὖ εἰδέναι ἔφη ὅτι οὐδὲν μᾶλλον σφίσιν οὔθ’ αἱ ἀφεστηκυῖαι προσχωρήσονται οὔθ’ αἱ ὑπάρχουσαι βεβαιότεραι ἔσονται·
また彼は、同盟諸都市について(自分たちアテナイ人が彼らに向けて確かに寡頭政を約束したのは、アテナイ自身も民主政を行わなくなるからであるが)、離反した都市が自分たちに帰順するわけでもなく、現在手元にある都市がより忠実になるわけでもないことを、よく知っていると言った。
οὐ γὰρ βουλήσεσθαι αὐτοὺς μετ᾽ ὀλιγαρχίας ἢ δημοκρατίας δουλεύειν μᾶλλον ἢ μεθ’ ὁποτέρου ἂν τύχωσι τούτων ἐλευθέρους εἶναι·
というのも、それらの都市は、寡頭政の下であれ民主政の下であれ奴隷状態にあることよりも、これらいずれの体制の下であろうとも自由であることを望むはずだからである。
§8.48.6τούς τε καλοὺς κἀγαθοὺς ὀνομαζομένους οὐκ ἐλάσσω αὐτοὺς νομίζειν σφίσι πράγματα παρέξειν τοῦ δήμου, ποριστὰς ὄντας καὶ ἐσηγητὰς τῶν κακῶν τῷ δήμῳ, ἐξ ὧν τὰ πλείω αὐτοὺς ὠφελεῖσθαι·
また、「いわゆる『美しく善き人々』が、民衆に劣らず自分たちに厄介ごとをもたらすだろうと、彼らは考えている」と彼は言った。 なぜなら彼らこそが民衆に対して悪事の立案者・導入者であり、それによって彼ら自身がより多くの利益を得ているからである。
καὶ τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι καὶ ἄκριτοι ἂν καὶ βιαιότερον ἀποθνῄσκειν, τὸν δὲ δῆμον σφῶν τε καταφυγὴν εἶναι καὶ ἐκείνων σωφρονιστήν.
そして、彼らのなすがままに任せるならば、裁判もなしに、より不当に殺されることになるだろうが、民衆こそが自分たちの避難所であり、彼らを懲らしめる者なのだ。
§8.48.7καὶ ταῦτα παρ’ αὐτῶν τῶν ἔργων ἐπισταμένας τὰς πόλεις σαφῶς αὐτὸς εἰδέναι ὅτι οὕτω νομίζουσιν.
そして同盟諸都市が、実際の経験からこれらを明確に理解しており、そのように考えていることを、自分ははっきりと知っている、と彼は言った。
οὔκουν ἑαυτῷ γε τῶν ἀπ’ Ἀλκιβιάδου καὶ ἐν τῷ παρόντι πρασσομένων ἀρέσκειν οὐδέν.
したがって、アルキビアデスに端を発し、現在進められている事柄のどれ一つとして、自分には全く気に入らない、と。