Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.48.1-8.48.7

萨摩斯的阴谋与弗里尼科斯的警告

第 856 段,共 917 段 · 希腊语

内容简介

随着在萨摩斯的雅典军队中兴起的推翻民主政和召回阿尔西比亚德斯的运动具体化,只有将军弗里尼科斯反对这一计划,并警告其欺骗性以及同盟城市可能产生的反弹。

§8.48.1καὶ ἐκινήθη πρότερον ἐν τῷ στρατοπέδῳ τοῦτο καὶ ἐς τὴν πόλιν ἐντεῦθεν ὕστερον ἦλθεν.
这一运动首先在军营中兴起,随后以此为源头传入了雅典城。
τῷ τε Ἀλκιβιάδῃ διαβάντες τινὲς ἐκ τῆς Σάμου ἐς λόγους ἦλθον, καὶ ὑποτείνοντος αὐτοῦ Τισσαφέρνην μὲν πρῶτον, ἔπειτα δὲ καὶ βασιλέα φίλον ποιήσειν, εἰ μὴ δημοκρατοῖντο (οὕτω γὰρ ἂν πιστεῦσαι μᾶλλον βασιλέα), πολλὰς ἐλπίδας εἶχον αὐτοί θ’ ἑαυτοῖς οἱ δυνατώτατοι τῶν πολιτῶν τὰ πράγματα, οἵπερ καὶ ταλαιπωροῦνται μάλιστα, ἐς ἑαυτοὺς περιποιήσειν καὶ τῶν πολεμίων ἐπικρατήσειν.
几名人员从萨摩斯渡海过来,与阿尔西比亚德斯进行了会谈。 阿尔西比亚德斯向他们暗示,如果他们不实行民主政(因为这样国王会更信任他们),他将首先使提萨斐尼、继而也使国王成为他们的朋友。 因此,那些最强有力的公民——正是他们承担了最沉重的负担——抱有极大的希望,认为他们自己能够夺取政权并战胜敌人。
§8.48.2ἔς τε τὴν Σάμον ἐλθόντες ξυνίστασάν τε τῶν ἀνθρώπων τοὺς ἐπιτηδείους ἐς ξυνωμοσίαν καὶ ἐς τοὺς πολλοὺς φανερῶς ἔλεγον ὅτι βασιλεὺς σφίσι φίλος ἔσοιτο καὶ χρήματα παρέξοι Ἀλκιβιάδου τε κατελθόντος καὶ μὴ δημοκρατουμένων.
他们回到萨摩斯后,将合适的人组织成密谋集团,并公开对大众宣称,如果阿尔西比亚德斯回国且不实行民主政,国王将成为他们的朋友并提供资金。
§8.48.3καὶ ὁ μὲν ὄχλος, εἰ καί τι παραυτίκα ἤχθετο τοῖς πρασσομένοις, διὰ τὸ εὔπορον τῆς ἐλπίδος τοῦ παρὰ βασιλέως μισθοῦ ἡσύχαζεν· οἱ δὲ ξυνιστάντες τὴν ὀλιγαρχίαν, ἐπειδὴ τῷ πλήθει ἐκοίνωσαν, αὖθις κἀν σφίσιν αὐτοῖς καὶ τοῦ ἑταιρικοῦ τῷ πλέονι τὰ ἀπὸ τοῦ Ἀλκιβιάδου ἐσκόπουν.
尽管普通民众当时对这些举动感到有些不满,但由于能得到国王发给军饷这一充满希望的前景,他们保持了沉默;而那些组织寡头政治的人在向大众通报之后,再次在他们自己内部以及政治结社的大多数人中间,重新审视了阿尔西比亚德斯的提议。
§8.48.4καὶ τοῖς μὲν ἄλλοις ἐφαίνετο εὔπορα καὶ πιστά, Φρυνίχῳ δὲ στρατηγῷ ἔτι ὄντι οὐδὲν ἤρεσκεν, ἀλλ’ ὅ τε Ἀλκιβιάδης, ὅπερ καὶ ἦν, οὐδὲν μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεῖσθαι ἐδόκει αὐτῷ οὐδ’ ἄλλο τι σκοπεῖσθαι ἢ ὅτῳ τρόπῳ ἐκ τοῦ παρόντος κόσμου τὴν πόλιν μεταστήσας ὑπὸ τῶν ἑταίρων παρακληθεὶς κάτεισι, σφίσι δὲ περιοπτέον εἶναι τοῦτο μάλιστα, ὅπως μὴ στασιάσωσιν·
在其他人看来,这一提议似乎是可行且可靠的,但对仍任将军的弗里尼科斯来说,却完全不合心意。 相反,在他看来,阿尔西比亚德斯对寡头政治的渴望并不多于民主政治(事实也确实如此),他所盘算的无非是如何改变现有的城市秩序,并在受到同僚的召请后得以回国;而他们最需要注意的,则是如何不陷入内讧。
[τῷ] βασιλεῖ τε οὐκ εὔπορον εἶναι καὶ Πελοποννησίων ἤδη ὁμοίως ἐν τῇ θαλάσσῃ ὄντων καὶ πόλεις ἐχόντων ἐν τῇ αὐτοῦ ἀρχῇ οὐ τὰς ἐλαχίστας, Ἀθηναίοις προσθέμενον, οἷς οὐ πιστεύει, πράγματα ἔχειν, ἐξὸν Πελοποννησίους, ὑφ’ ὧν κακὸν οὐδέν πω πέπονθε, φίλους ποιήσασθαι.
他还认为,对于国王而言,既然伯罗奔尼撒人现在同样在海上活动,并且占领了他帝国中不小的城市,那么与他不信任的雅典人结盟并自找麻烦,并不是一件容易的事,因为他本可以与迄今尚未给他带来任何伤害的伯罗奔尼撒人做朋友。
§8.48.5τάς τε ξυμμαχίδας πόλεις, αἷς ὑπεσχῆσθαι δὴ σφᾶς ὀλιγαρχίαν, ὅτι δὴ καὶ αὐτοὶ οὐ δημοκρατήσονται, εὖ εἰδέναι ἔφη ὅτι οὐδὲν μᾶλλον σφίσιν οὔθ’ αἱ ἀφεστηκυῖαι προσχωρήσονται οὔθ’ αἱ ὑπάρχουσαι βεβαιότεραι ἔσονται· οὐ γὰρ βουλήσεσθαι αὐτοὺς μετ᾽ ὀλιγαρχίας ἢ δημοκρατίας δουλεύειν μᾶλλον ἢ μεθ’ ὁποτέρου ἂν τύχωσι τούτων ἐλευθέρους εἶναι·
此外,关于那些同盟城市,即雅典人向其许诺将实行寡头政(因为雅典自身也将不再实行民主政)的城市,他说他很清楚,无论是已叛离的城市不会因此归顺,还是仍留存的城市也不会因此更加忠诚;因为这些城市不希望在寡头政或民主政下当奴隶,而是希望在其中任何一种体制下都能获得自由。
§8.48.6τούς τε καλοὺς κἀγαθοὺς ὀνομαζομένους οὐκ ἐλάσσω αὐτοὺς νομίζειν σφίσι πράγματα παρέξειν τοῦ δήμου, ποριστὰς ὄντας καὶ ἐσηγητὰς τῶν κακῶν τῷ δήμῳ, ἐξ ὧν τὰ πλείω αὐτοὺς ὠφελεῖσθαι· καὶ τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι καὶ ἄκριτοι ἂν καὶ βιαιότερον ἀποθνῄσκειν, τὸν δὲ δῆμον σφῶν τε καταφυγὴν εἶναι καὶ ἐκείνων σωφρονιστήν.
他还认为,同盟城市的人们觉得所谓的“贤人雅士”给他们带来的麻烦不会少于平民,因为正是这些人向平民出谋划策并引入了各种祸端,而他们自己从中获利最多;只要任凭这些人决定,同盟城市的人就会在未经审判的情况下遭到更残暴的杀戮,而平民才是他们的避难所,也是对那些人的惩戒者。
§8.48.7καὶ ταῦτα παρ’ αὐτῶν τῶν ἔργων ἐπισταμένας τὰς πόλεις σαφῶς αὐτὸς εἰδέναι ὅτι οὕτω νομίζουσιν.
他说,同盟城市通过实际的经验非常清楚地知道这些,他确信它们就是这样认为的。
οὔκουν ἑαυτῷ γε τῶν ἀπ’ Ἀλκιβιάδου καὶ ἐν τῷ παρόντι πρασσομένων ἀρέσκειν οὐδέν.
因此,对于因阿尔西比亚德斯而起且在目前正在进行的那些事,他本人一点也不赞成。

词汇与语法注释

  1. 8.48.1ὑποτείνοντος αὐτοῦ — 属格绝对结构(genitive absolute),其逻辑主语 αὐτοῦ 指阿尔西比亚德斯。接下来的将来不定式 ποιήσειν 表示其暗示和承诺的内容。
  2. 8.48.1αὐτοί — 主格 αὐτοί 用作不定式 περιποιήσειν 和 ἐπικρατήσειν 的逻辑主语。由于它与主句的主语一致,因而使用主格而非宾格。ἑαυτοῖς 是利益与格(“为他们自己”)。
  3. 8.48.4ἐξόν — 非人称动词 ἔξεστι(可能)的中性单数宾格分词,构成宾格绝对(accusative absolute)结构,意为“在有可能……的情况下”或“明明有机会……”。
  4. 8.48.6τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι — 带有冠词 τό 的惯用限制性绝对不定式短语,意为“在取决于他们(贵族们)的范围内”或“只要由他们决定”。
  5. 8.48.6ἄκριτοι ἂν καὶ βιαιότερον ἀποθνῄσκειν — 不定式 ἀποθνῄσκειν(在由 ἔφη 引导的间接引语中)与 ἂν 连用,表示条件句的归结(潜在或反事实的“他们将会死”)。省略的逻辑主语由主格形容词 ἄκριτοι(未经审判地)修饰。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.48.1-8.48.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.48.1-8.48.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。