§8.41.1ἐν τούτῳ δὲ ἐκ τῆς Καύνου παραγίγνεται ἀγγελία ὅτι αἱ ἑπτὰ καὶ εἴκοσι νῆες καὶ οἱ τῶν Λακεδαιμονίων ξύμβουλοι πάρεισιν·
この間に、カウノスから、二十七隻の船とラケダイモン人の顧問団が到着したという知らせが届いた。
καὶ νομίσας πάντα ὕστερα εἶναι τἆλλα πρὸς τὸ ναῦς τε, ὅπως θαλασσοκρατοῖεν μᾶλλον, τοσαύτας ξυμπαρακομίσαι, καὶ τοὺς Λακεδαιμονίους, οἳ ἧκον κατάσκοποι αὐτοῦ, ἀσφαλῶς περαιωθῆναι, εὐθὺς ἀφεὶς τὸ ἐς τὴν Χίον ἔπλει ἐς τὴν Καῦνον.
アスチュオコスは、より制海権を握るためにこれほど多くの船を護送すること、また彼の監視役としてやって来たラケダイモン人たちを安全に渡航させることに比べれば、他のあらゆる事柄は二次的なものであると考え、直ちにキオスへの遠征を放棄してカウノスへと航行した。
§8.41.2καὶ ἐς Κῶν τὴν Μεροπίδα ἐν τῷ παράπλῳ ἀποβὰς τήν τε πόλιν ἀτείχιστον οὖσαν καὶ ὑπὸ σεισμοῦ, ὃς αὐτοῖς ἔτυχε μέγιστός γε δὴ ὧν μεμνήμεθα γενόμενος, ξυμπεπτωκυῖαν ἐκπορθεῖ, τῶν ἀνθρώπων ἐς τὰ ὄρη πεφευγότων, καὶ τὴν χώραν καταδρομαῖς λείαν ἐποιεῖτο, πλὴν τῶν ἐλευθέρων·
そして航路の途中でコス・メロピスに上陸し、その市は城壁がなく、彼らが記憶している中で確かに最大のものであった地震によって崩壊していたが、そこを略奪した。 住民が山へ逃げ去っていたため、彼は侵入してその土地を獲物としたが、自由市民は除外した。
τούτους δὲ ἀφίει.
彼らは解放したのである。
§8.41.3ἐκ δὲ τῆς Κῶ ἀφικόμενος ἐς τὴν Κνίδον νυκτὸς ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούντων μὴ ἐκβιβάσαι τοὺς ναύτας, ἀλλ’ ὥσπερ εἶχε πλεῖν εὐθὺς ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς εἴκοσιν, ἃς ἔχων Χαρμῖνος εἷς τῶν ἐκ Σάμου στρατηγῶν ἐφύλασσε ταύτας τὰς ἑπτὰ καὶ εἴκοσι ναῦς ἐκ τῆς Πελοποννήσου προσπλεούσας, ἐφ’ ἅσπερ καὶ ὁ Ἀστύοχος παρέπλει.
コスから夜間にクニドスに到着すると、彼はクニドス人たちの勧めに従わざるを得なかった。 彼らは水兵を上陸させず、そのままの態勢で直ちに二十隻のアテナイ船に向かって航行するよう勧めた。 その二十隻は、サモスから派遣された将軍の一人カルミノスが率いて、ペロポネソスから航行してくるあの二十七隻の船を警戒していたものであり、その二十七隻を目指してアスチュオコスも沿岸を航行していたのである。
§8.41.4ἐπύθοντο δὲ οἱ ἐν τῇ Σάμῳ ἐκ τῆς Μήλου τὸν ἐπίπλουν αὐτῶν, καὶ ἡ φυλακὴ τῷ Χαρμίνῳ περὶ τὴν Σύμην καὶ Χάλκην καὶ Ῥόδον καὶ περὶ τὴν Λυκίαν ἦν·
サモスの人々は、メロスから彼らの来航を知らされており、カルミノスはシュメ、カルケ、ロドス、そしてリュキアの周辺で警戒にあたっていた。
ἤδη γὰρ ᾐσθάνετο καὶ ἐν τῇ Καύνῳ οὔσας αὐτάς.
というのも、彼はそれらの船がすでにカウノスに到着していることを察知していたからである。