§8.42.1ἐπέπλει οὖν ὥσπερ εἶχε πρὸς τὴν Σύμην ὁ Ἀστύοχος πρὶν ἔκπυστος γενέσθαι, εἴ πως περιλάβοι που μετεώρους τὰς ναῦς.
そこでアスチュオコスは、[自分の来航が]知れ渡る前に、どうにかして洋上にいる[敵の]船をどこかで包囲できればと願って、そのままの態勢でシュメに向かって航行した。
καὶ αὐτῷ ὑετός τε καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ξυννέφελα ὄντα πλάνησιν τῶν νεῶν ἐν τῷ σκότει καὶ ταραχὴν παρέσχεν.
しかし、彼に対して雨と空の曇りが、暗闇の中で船の迷走と混乱をもたらした。
§8.42.2καὶ ἅμα τῇ ἕῳ διεσπασμένου τοῦ ναυτικοῦ καὶ τοῦ μὲν φανεροῦ ἤδη ὄντος τοῖς Ἀθηναίοις τοῦ εὐωνύμου κέρως, τοῦ δὲ ἄλλου περὶ τὴν νῆσον ἔτι πλανωμένου, ἐπανάγονται κατὰ τάχος ὁ Χαρμῖνος καὶ οἱ Ἀθηναῖοι ἐλάσσοσιν ἢ ταῖς εἴκοσι ναυσί, νομίσαντες ἅσπερ ἐφύλασσον ναῦς τὰς ἀπὸ τῆς Καύνου ταύτας εἶναι.
そして夜明けとともに、艦隊が散りぢりになり、左翼はすでにアテナイ人に見えていたが、残りの部分は未だ島の周りを迷走していたので、カルミノスとアテナイ人たちは、自分たちが警戒していたカウノスからの船が、これら(目の前の船)であると考えて、20隻に満たない船で急速に出撃した。
§8.42.3καὶ προσπεσόντες εὐθὺς κατέδυσάν τε τρεῖς καὶ κατετραυμάτισαν ἄλλας, καὶ ἐν τῷ ἔργῳ ἐπεκράτουν, μέχρι οὗ ἐπεφάνησαν αὐτοῖς παρὰ δόξαν αἱ πλείους τῶν νεῶν καὶ πανταχόθεν ἀπεκλῄοντο.
そして直ちに襲いかかり、3隻を沈め、他の数隻に損害を与え、戦闘においては優勢であったが、予期に反して彼らの前に敵の多数の船が現れ、あらゆる方向から包囲されるに至った。
§8.42.4ἔπειτα δὲ ἐς φυγὴν καταστάντες ἓξ μὲν ναῦς ἀπολλύασι, ταῖς δὲ λοιπαῖς καταφεύγουσιν ἐς τὴν Τευτλοῦσσαν νῆσον, ἐντεῦθεν δὲ ἐς Ἁλικαρνασσόν.
その後、敗走状態に陥って6隻を失い、残りの船でテウトルサ島へ逃れ、そこからさらにハリカルナッソスへと逃れた。
μετὰ δὲ τοῦτο οἱ μὲν Πελοποννήσιοι ἐς Κνίδον κατάραντες καὶ ξυμμιγεισῶν τῶν ἐκ τῆς Καύνου ἑπτὰ καὶ εἴκοσι νεῶν αὐτοῖς ξυμπάσαις πλεύσαντες καὶ τροπαῖον ἐν τῇ Σύμῃ στήσαντες πάλιν ἐς τὴν Κνίδον καθωρμίσαντο·
このことの後、ペロポネソス人たちはクニドスに入港し、カウノスからの27隻の船が彼らに合流すると、全艦隊で航行してシュメに戦勝記念碑を建てた後、再びクニドスに帰港して係留した。