§8.41.1ἐν τούτῳ δὲ ἐκ τῆς Καύνου παραγίγνεται ἀγγελία ὅτι αἱ ἑπτὰ καὶ εἴκοσι νῆες καὶ οἱ τῶν Λακεδαιμονίων ξύμβουλοι πάρεισιν·
在此期间,从考诺斯传来消息,二十七艘船只和拉刻代蒙人的顾问们已经抵达。
καὶ νομίσας πάντα ὕστερα εἶναι τἆλλα πρὸς τὸ ναῦς τε, ὅπως θαλασσοκρατοῖεν μᾶλλον, τοσαύτας ξυμπαρακομίσαι, καὶ τοὺς Λακεδαιμονίους, οἳ ἧκον κατάσκοποι αὐτοῦ, ἀσφαλῶς περαιωθῆναι, εὐθὺς ἀφεὶς τὸ ἐς τὴν Χίον ἔπλει ἐς τὴν Καῦνον.
阿斯提奥霍斯认为,为了更好地掌握制海权而护送这许多船只,以及让作为他的监督者到来的拉刻代蒙人安全渡海,相比之下,其他一切事情都是次要的。 于是他立即放弃了前往契奥斯的计划,转而驶往考诺斯。
§8.41.2καὶ ἐς Κῶν τὴν Μεροπίδα ἐν τῷ παράπλῳ ἀποβὰς τήν τε πόλιν ἀτείχιστον οὖσαν καὶ ὑπὸ σεισμοῦ, ὃς αὐτοῖς ἔτυχε μέγιστός γε δὴ ὧν μεμνήμεθα γενόμενος, ξυμπεπτωκυῖαν ἐκπορθεῖ, τῶν ἀνθρώπων ἐς τὰ ὄρη πεφευγότων, καὶ τὴν χώραν καταδρομαῖς λείαν ἐποιεῖτο, πλὴν τῶν ἐλευθέρων· τούτους δὲ ἀφίει.
在航行途中,他在科斯-美罗皮斯登陆。 该城并无防御工事,且因一场在人们记忆中最严重的地震而倒塌。 由于居民已逃往山中,他便洗劫了该城,并派兵袭扰该地进行掠夺,但免去了自由民,将其释放。
§8.41.3ἐκ δὲ τῆς Κῶ ἀφικόμενος ἐς τὴν Κνίδον νυκτὸς ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούντων μὴ ἐκβιβάσαι τοὺς ναύτας, ἀλλ’ ὥσπερ εἶχε πλεῖν εὐθὺς ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς εἴκοσιν, ἃς ἔχων Χαρμῖνος εἷς τῶν ἐκ Σάμου στρατηγῶν ἐφύλασσε ταύτας τὰς ἑπτὰ καὶ εἴκοσι ναῦς ἐκ τῆς Πελοποννήσου προσπλεούσας, ἐφ’ ἅσπερ καὶ ὁ Ἀστύοχος παρέπλει.
他夜间从科斯抵达克尼多斯,在克尼多斯人的劝说下,他不得不打消让水兵登陆的念头,而是保持原样立即驶向那二十艘雅典船只。 这二十艘船由来自萨摩斯的将军之一哈尔米诺斯率领,用以警戒从伯罗奔尼撒驶来的那二十七艘船只——而这正是阿斯提奥霍斯也正沿岸驶往迎候的那些船。
§8.41.4ἐπύθοντο δὲ οἱ ἐν τῇ Σάμῳ ἐκ τῆς Μήλου τὸν ἐπίπλουν αὐτῶν, καὶ ἡ φυλακὴ τῷ Χαρμίνῳ περὶ τὴν Σύμην καὶ Χάλκην καὶ Ῥόδον καὶ περὶ τὴν Λυκίαν ἦν· ἤδη γὰρ ᾐσθάνετο καὶ ἐν τῇ Καύνῳ οὔσας αὐτάς.
因为在萨摩斯的人已从梅洛斯得知了他们的来航,而哈尔米诺斯的警戒范围在锡米、哈尔克、罗得岛及吕基亚一带;他当时已经察觉到那些船只已在考诺斯了。