§8.3.1εὐθὺς οὖν Ἆγις μὲν ὁ βασιλεὺς αὐτῶν ἐν τῷ χειμῶνι τούτῳ ὁρμηθεὶς στρατῷ τινὶ ἐκ Δεκελείας τά τε τῶν ξυμμάχων ἠργυρολόγησεν ἐς τὸ ναυτικὸν καὶ τραπόμενος ἐπὶ τοῦ Μηλιῶς κόλπου Οἰταίων τε κατὰ τὴν παλαιὰν ἔχθραν τῆς λείας τὴν πολλὴν ἀπολαβὼν χρήματα ἐπράξατο, καὶ Ἀχαιοὺς τοὺς Φθιώτας καὶ τοὺς ἄλλους τοὺς ταύτῃ Θεσσαλῶν ὑπηκόους μεμφομένων καὶ ἀκόντων τῶν Θεσσαλῶν ὁμήρους τέ τινας ἠνάγκασε δοῦναι καὶ χρήματα, καὶ κατέθετο τοὺς ὁμήρους ἐς Κόρινθον, ἔς τε τὴν ξυμμαχίαν ἐπειρᾶτο προσάγειν.
そこで直ちに彼らの王アギスは、この冬の間に、デケレイアからある軍勢を率いて出陣し、海軍のために同盟諸国から資金を徴収した。 そしてマリア湾の方へと向かい、古い敵意に基づいてオイタイア人から略奪品の大部分を奪い取って彼らから金を徴収し、またテッサリア人が不満を抱き不承不承であったにもかかわらず、フティオティスのアカイア人やこの地域の他のテッサリア人の服属民たちに人質と金を差し出すよう強制した。 そして人質たちをコリントスに留め置き、彼らを同盟に引き入れようと努めた。
§8.3.2Λακεδαιμόνιοι δὲ τὴν πρόσταξιν ταῖς πόλεσιν ἑκατὸν νεῶν τῆς ναυπηγίας ἐποιοῦντο, καὶ ἑαυτοῖς μὲν καὶ Βοιωτοῖς πέντε καὶ εἴκοσιν ἑκατέροις ἔταξαν, Φωκεῦσι δὲ καὶ Λοκροῖς πέντε καὶ δέκα, καὶ Κορινθίοις πέντε καὶ δέκα, Ἀρκάσι δὲ καὶ Πελληνεῦσι καὶ Σικυωνίοις δέκα, Μεγαρεῦσι δὲ καὶ Τροιζηνίοις καὶ Ἐπιδαυρίοις καὶ Ἑρμιονεῦσι δέκα·
またラケダイモン人は、諸都市に対して100隻の軍船の建造を割り当て、自分たちとボイオティア人にそれぞれ25隻、フォキス人とロクリス人に15隻、コリントス人に15隻、アルカディア人とペレネ人とシキュオン人に10隻、メガラ人とトロイゼン人とエピダウロス人とヘルミオネ人に10隻を定めた。
τά τε ἄλλα παρεσκευάζοντο ὡς εὐθὺς πρὸς τὸ ἔαρ ἑξόμενοι τοῦ πολέμου.
そして、春になるとすぐに戦争に本格的に取りかかるつもりで、その他の準備を進めた。