§8.3.1εὐθὺς οὖν Ἆγις μὲν ὁ βασιλεὺς αὐτῶν ἐν τῷ χειμῶνι τούτῳ ὁρμηθεὶς στρατῷ τινὶ ἐκ Δεκελείας τά τε τῶν ξυμμάχων ἠργυρολόγησεν ἐς τὸ ναυτικὸν καὶ τραπόμενος ἐπὶ τοῦ Μηλιῶς κόλπου Οἰταίων τε κατὰ τὴν παλαιὰν ἔχθραν τῆς λείας τὴν πολλὴν ἀπολαβὼν χρήματα ἐπράξατο, καὶ Ἀχαιοὺς τοὺς Φθιώτας καὶ τοὺς ἄλλους τοὺς ταύτῃ Θεσσαλῶν ὑπηκόους μεμφομένων καὶ ἀκόντων τῶν Θεσσαλῶν ὁμήρους τέ τινας ἠνάγκασε δοῦναι καὶ χρήματα, καὶ κατέθετο τοὺς ὁμήρους ἐς Κόρινθον, ἔς τε τὴν ξυμμαχίαν ἐπειρᾶτο προσάγειν.
Immediately, therefore, their king Agis, setting out in this winter with a certain army from Decelea, levied money from the allies for the navy; and turning towards the Malian Gulf, in accordance with their ancient enmity, he took away the greater part of the booty from the Oetaeans and exacted money from them, and, despite the complaints and unwillingness of the Thessalians, forced both the Achaians of Phthiotis and the other subjects of the Thessalians in that region to give some hostages and money, and deposited the hostages in Corinth, and tried to bring them into the alliance.
§8.3.2Λακεδαιμόνιοι δὲ τὴν πρόσταξιν ταῖς πόλεσιν ἑκατὸν νεῶν τῆς ναυπηγίας ἐποιοῦντο, καὶ ἑαυτοῖς μὲν καὶ Βοιωτοῖς πέντε καὶ εἴκοσιν ἑκατέροις ἔταξαν, Φωκεῦσι δὲ καὶ Λοκροῖς πέντε καὶ δέκα, καὶ Κορινθίοις πέντε καὶ δέκα, Ἀρκάσι δὲ καὶ Πελληνεῦσι καὶ Σικυωνίοις δέκα, Μεγαρεῦσι δὲ καὶ Τροιζηνίοις καὶ Ἐπιδαυρίοις καὶ Ἑρμιονεῦσι δέκα· τά τε ἄλλα παρεσκευάζοντο ὡς εὐθὺς πρὸς τὸ ἔαρ ἑξόμενοι τοῦ πολέμου.
And the Lacedaemonians made a requisition on the cities for the construction of a hundred ships, and appointed twenty-five for themselves and twenty-five for the Boeotians, fifteen for the Phocians and Locrians, fifteen for the Corinthians, ten for the Arcadians, Pellenians, and Sicyonians, and ten for the Megarians, Troezenians, Epidaurians, and Hermionians; and they made other preparations, intending to take hold of the war immediately at the beginning of spring.