§8.2.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος πρὸς τὴν ἐκ τῆς Σικελίας τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν εὐθὺς οἱ Ἕλληνες πάντες ἐπηρμένοι ἦσαν, οἱ μὲν μηδετέρων ὄντες ξύμμαχοι, ὡς, ἤν τις καὶ μὴ παρακαλῇ σφᾶς, οὐκ ἀποστατέον ἔτι τοῦ πολέμου εἴη, ἀλλ’ ἐθελοντὶ ἰτέον ἐπὶ τοὺς Ἀθηναίους, νομίσαντες κἂν ἐπὶ σφᾶς ἕκαστοι ἐλθεῖν αὐτούς, εἰ τὰ ἐν τῇ Σικελίᾳ κατώρθωσαν, καὶ ἅμα βραχὺν ἔσεσθαι τὸν λοιπὸν πόλεμον, οὗ μετασχεῖν καλὸν εἶναι, οἱ δ’ αὖ τῶν Λακεδαιμονίων ξύμμαχοι ξυμπροθυμηθέντες ἐπὶ πλέον ἢ πρὶν ἀπαλλάξεσθαι διὰ τάχους πολλῆς ταλαιπωρίας.
続く冬、アテナイ人のシケリアでの大敗を前にして、すぐにすべてのギリシア人が奮い立った。 どちらの同盟国でもない者たちは、たとえ誰からも誘われなくとも、もはや戦争を傍観しているべきではなく、自発的にアテナイ人に立ち向かうべきだと考えた。 彼らはアテナイ人がもしシケリアで成功を収めていたなら、自分たちそれぞれに対しても攻め寄せてきただろうと考えたからであり、また同時に、残りの戦争は短いものとなり、それに加わることは名誉なことだと考えたからである。 他方、ラケダイモン人の同盟国たちは、これまで以上に熱意を募らせ、大きな苦難から一刻も早く解放されることを望んだ。
§8.2.2μάλιστα δὲ οἱ τῶν Ἀθηναίων ὑπήκοοι ἑτοῖμοι ἦσαν καὶ παρὰ δύναμιν αὐτῶν ἀφίστασθαι διὰ τὸ ὀργῶντες κρίνειν τὰ πράγματα καὶ μηδ’ ὑπολείπειν λόγον αὐτοῖς ὡς τό γ’ ἐπιὸν θέρος οἷοί τ’ ἔσονται περιγενέσθαι.
そしてとりわけ、アテナイの臣属民たちは、自らの実力を超えてでもアテナイから離反する用意ができていた。 彼らは感情に駆られて事態を判断し、アテナイ人が来たる夏を乗り切ることなど到底できないと考えていたからである。
§8.2.3ἡ δὲ τῶν Λακεδαιμονίων πόλις πᾶσί τε τούτοις ἐθάρσει καὶ μάλιστα ὅτι οἱ ἐκ τῆς Σικελίας αὐτοῖς ξύμμαχοι πολλῇ δυνάμει, κατ’ ἀνάγκην ἤδη τοῦ ναυτικοῦ προσγεγενημένου, ἅμα τῷ ἦρι ὡς εἰκὸς παρέσεσθαι ἔμελλον.
ラケダイモン人の国家は、これらすべてのことに勇気づけられており、とりわけシケリアからの同盟国たちが大軍を擁し、今や必要に迫られて海軍力をも加えた上で、春の到来とともに当然のことながら合流する見込みであったことに元気づけられていた。
§8.2.4πανταχόθεν τε εὐέλπιδες ὄντες ἀπροφασίστως ἅπτεσθαι διενοοῦντο τοῦ πολέμου, λογιζόμενοι καλῶς τελευτήσαντος αὐτοῦ κινδύνων τε τοιούτων ἀπηλλάχθαι ἂν τὸ λοιπὸν οἷος καὶ ὁ ἀπὸ τῶν Ἀθηναίων περιέστη ἂν αὐτούς, εἰ τὸ Σικελικὸν προσέλαβον, καὶ καθελόντες ἐκείνους αὐτοὶ τῆς πάσης Ἑλλάδος ἤδη ἀσφαλῶς ἡγήσεσθαι.
彼らはあらゆる方向から希望に満ち、何ら躊躇することなく戦争に身を投じる決意を固めた。 もし戦争が首尾よく終われば、アテナイ人がシケリアを手に入れていた場合に彼らを待ち受けていたであろうような大いなる危険から、今後は免れることができると計算したからであり、またアテナイ人を打倒すれば、自分たち自身が今や安全にギリシア全土を統率することになると考えたからである。