§8.1.1ἐς δὲ τὰς Ἀθήνας ἐπειδὴ ἠγγέλθη, ἐπὶ πολὺ μὲν ἠπίστουν καὶ τοῖς πάνυ τῶν στρατιωτῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγόσι καὶ σαφῶς ἀγγέλλουσι, μὴ οὕτω γε ἄγαν πανσυδὶ διεφθάρθαι·
アテナイにその知らせが届いたとき、彼らは長い間、戦場そのものから逃れてきて明確に報告する、兵士たちのうちでも極めて信頼できる者たちの言うことさえ信じようとせず、これほどまでに完全に、ことごとく滅ぼされたわけではないと考えていた。
ἐπειδὴ δὲ ἔγνωσαν, χαλεποὶ μὲν ἦσαν τοῖς ξυμπροθυμηθεῖσι τῶν ῥητόρων τὸν ἔκπλουν, ὥσπερ οὐκ αὐτοὶ ψηφισάμενοι, ὠργίζοντο δὲ καὶ τοῖς χρησμολόγοις τε καὶ μάντεσι καὶ ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν ὡς λήψονται Σικελίαν.
しかし、真実を知るに及んで、彼らは遠征を熱心に共同で推進した弁論家たちに対して、あたかも自分たちが可決したのではないかのように腹を立て、また、神託を告げる者たちや占い師たち、そして当時神がかり的な予言をして、彼らにシケリアを奪取できるという希望を抱かせたすべての人々に対しても怒りをぶつけた。
§8.1.2πάντα δὲ πανταχόθεν αὐτοὺς ἐλύπει τε καὶ περιειστήκει ἐπὶ τῷ γεγενημένῳ φόβος τε καὶ κατάπληξις μεγίστη δή.
起こったことに対して、あらゆるものが、あらゆる方向から彼らを苦しめ、まさに最大の恐怖と驚愕が彼らを取り囲んでいた。
ἅμα μὲν γὰρ στερόμενοι καὶ ἰδίᾳ ἕκαστος καὶ ἡ πόλις ὁπλιτῶν τε πολλῶν καὶ ἱππέων καὶ ἡλικίας οἵαν οὐχ ἑτέραν ἑώρων ὑπάρχουσαν ἐβαρύνοντο·
というのも、個人としてもそれぞれ、また国家としても、多くの重装歩兵や騎兵、そして他にはそれほどの者たちが見当たらないような最盛期の年齢層の若者たちを失ったことで、彼らは重い心を抱えていたからである。
ἅμα δὲ ναῦς οὐχ ὁρῶντες ἐν τοῖς νεωσοίκοις ἱκανὰς οὐδὲ χρήματα ἐν τῷ κοινῷ οὐδ’ ὑπηρεσίας ταῖς ναυσὶν ἀνέλπιστοι ἦσαν ἐν τῷ παρόντι σωθήσεσθαι, τούς τε ἀπὸ τῆς Σικελίας πολεμίους εὐθὺς σφίσιν ἐνόμιζον τῷ ναυτικῷ ἐπὶ τὸν Πειραιᾶ πλευσεῖσθαι, ἄλλως τε καὶ τοσοῦτον κρατήσαντας, καὶ τοὺς αὐτόθεν πολεμίους τότε δὴ καὶ διπλασίως πάντα παρεσκευασμένους κατὰ κράτος ἤδη καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης ἐπικείσεσθαι, καὶ τοὺς ξυμμάχους σφῶν μετ᾽ αὐτῶν ἀποστάντας.
同時にまた、船納め所に十分な軍船も見当たらず、公庫に資金もなく、軍船の乗組員もいないのを見て、当面は救われる望みがないと考えていた。 そして彼らは、シケリアからの敵が、あれほどの勝利を収めた以上、すぐにでも艦隊を率いてピライエウスへと攻め寄せてくるだろうと考えており、また、身近にいる敵たちも、その時にはもうあらゆる準備を倍増させて、陸からも海からも全力を挙げてすぐに攻撃を仕掛けてくるだろうと考え、さらには自分たちの同盟国も敵に同調して離反するだろうと考えていたからである。
§8.1.3ὅμως δὲ ὡς ἐκ τῶν ὑπαρχόντων ἐδόκει χρῆναι μὴ ἐνδιδόναι, ἀλλὰ παρασκευάζεσθαι καὶ ναυτικόν, ὅθεν ἂν δύνωνται ξύλα ξυμπορισαμένους, καὶ χρήματα, καὶ τὰ τῶν ξυμμάχων ἐς ἀσφάλειαν ποιεῖσθαι, καὶ μάλιστα τὴν Εὔβοιαν, τῶν τε κατὰ τὴν πόλιν τι ἐς εὐτέλειαν σωφρονίσαι, καὶ ἀρχήν τινα πρεσβυτέρων ἀνδρῶν ἑλέσθαι, οἵτινες περὶ τῶν παρόντων ὡς ἂν καιρὸς ᾖ προβουλεύσουσιν.
しかしながら、手元にある限りの状況から見て、屈服すべきではなく、むしろ艦隊を、どこからであれ可能な限りの木材を調達して準備し、また資金も用意し、同盟国との関係、とりわけエウボイアを安全な状態に置くようにし、また、都市内の支出を節約して引き締め、そして、当面の事態について臨機応変に事前審議を行う年長者たちからなるある種の官職を選出するべきである、と決定された。
§8.1.4πάντα τε πρὸς τὸ παραχρῆμα περιδεές, ὅπερ φιλεῖ δῆμος ποιεῖν, ἑτοῖμοι ἦσαν εὐτακτεῖν.
そして彼らは、民衆がよくやるように、当面の恐怖に直面して、あらゆる点において行儀よく従う覚悟ができていた。
καὶ ὡς ἔδοξεν αὐτοῖς, καὶ ἐποίουν ταῦτα, καὶ τὸ θέρος ἐτελεύτα.
彼らは決定した通りにこれらを実行に移し、こうして夏が終わった。