Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.2.1-8.2.4

全希腊对雅典的敌意与斯巴达的作战决心

第 810 段,共 917 段 · 希腊语

内容简介

鉴于雅典在西西里的惨败,全体希腊人均决意进攻雅典,拉刻代蒙人及其盟友也对彻底击败雅典并确立希腊霸权充满信心。

§8.2.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος πρὸς τὴν ἐκ τῆς Σικελίας τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν εὐθὺς οἱ Ἕλληνες πάντες ἐπηρμένοι ἦσαν, οἱ μὲν μηδετέρων ὄντες ξύμμαχοι, ὡς, ἤν τις καὶ μὴ παρακαλῇ σφᾶς, οὐκ ἀποστατέον ἔτι τοῦ πολέμου εἴη, ἀλλ’ ἐθελοντὶ ἰτέον ἐπὶ τοὺς Ἀθηναίους, νομίσαντες κἂν ἐπὶ σφᾶς ἕκαστοι ἐλθεῖν αὐτούς, εἰ τὰ ἐν τῇ Σικελίᾳ κατώρθωσαν, καὶ ἅμα βραχὺν ἔσεσθαι τὸν λοιπὸν πόλεμον, οὗ μετασχεῖν καλὸν εἶναι, οἱ δ’ αὖ τῶν Λακεδαιμονίων ξύμμαχοι ξυμπροθυμηθέντες ἐπὶ πλέον ἢ πρὶν ἀπαλλάξεσθαι διὰ τάχους πολλῆς ταλαιπωρίας.
在随后的冬季里,面对雅典人在西西里的惨重失败,全体希腊人立刻群情激昂。 不属于任何一方盟友的人认为,即使没有人邀请他们,他们也不应再置身事外,而应当自发地去进攻雅典人;因为他们认为,如果雅典人在西西里取得成功,也一定会攻打他们每一个人,同时他们也认为余下的战争将会很短暂,而参与其中是一件光荣的事。 另一方面,拉刻代蒙人的盟友们则比以前更加热切,渴望能迅速摆脱巨大的苦难。
§8.2.2μάλιστα δὲ οἱ τῶν Ἀθηναίων ὑπήκοοι ἑτοῖμοι ἦσαν καὶ παρὰ δύναμιν αὐτῶν ἀφίστασθαι διὰ τὸ ὀργῶντες κρίνειν τὰ πράγματα καὶ μηδ’ ὑπολείπειν λόγον αὐτοῖς ὡς τό γ’ ἐπιὸν θέρος οἷοί τ’ ἔσονται περιγενέσθαι.
尤其是雅典的臣属,甚至准备超出自己的能力来反叛他们,因为他们凭着一时的狂热来判断局势,甚至不给雅典人留任何余地,认为他们绝无可能熬过即将到来的夏天。
§8.2.3ἡ δὲ τῶν Λακεδαιμονίων πόλις πᾶσί τε τούτοις ἐθάρσει καὶ μάλιστα ὅτι οἱ ἐκ τῆς Σικελίας αὐτοῖς ξύμμαχοι πολλῇ δυνάμει, κατ’ ἀνάγκην ἤδη τοῦ ναυτικοῦ προσγεγενημένου, ἅμα τῷ ἦρι ὡς εἰκὸς παρέσεσθαι ἔμελλον.
拉刻代蒙人的城邦因这一切而倍受鼓舞,特别是由于他们在西西里的盟友拥有强大的兵力,且如今迫于需要也加入了海军,预计将在春季伊始如期到来。
§8.2.4πανταχόθεν τε εὐέλπιδες ὄντες ἀπροφασίστως ἅπτεσθαι διενοοῦντο τοῦ πολέμου, λογιζόμενοι καλῶς τελευτήσαντος αὐτοῦ κινδύνων τε τοιούτων ἀπηλλάχθαι ἂν τὸ λοιπὸν οἷος καὶ ὁ ἀπὸ τῶν Ἀθηναίων περιέστη ἂν αὐτούς, εἰ τὸ Σικελικὸν προσέλαβον, καὶ καθελόντες ἐκείνους αὐτοὶ τῆς πάσης Ἑλλάδος ἤδη ἀσφαλῶς ἡγήσεσθαι.
他们在各方面都充满希望,决心毫不动摇地投入战争,他们考虑到,如果战争圆满结束,他们今后将免受那样的危险——即如果雅典人占领了西西里,就会加诸他们身上的危险——而且,在打败雅典人之后,他们自己如今将稳固地领导整个希腊。

词汇与语法注释

  1. 8.2.1κἂν ἐπὶ σφᾶς ἕκαστοι ἐλθεῖν αὐτούς, εἰ τὰ ἐν τῇ Σικελίᾳ κατώρθωσαν — κἂν 是 καὶ ἄν 的缩写,其中的 ἄν 与不定式 ἐλθεῖν(依附于动词 νομίσαντες)连用,表示与过去事实相反的虚拟语气归结(相当于直陈式过去时加 ἄν,即‘他们本会攻打过来的’)。它与条件从句 εἰ ... κατώρθωσαν(‘如果他们成功了的话’)一起构成了间接引语中与过去事实相反的虚拟条件句。
  2. 8.2.2διὰ τὸ ὀργῶντες κρίνειν τὰ πράγματα — 介词冠词性不定式短语 διὰ τὸ ... κρίνειν(“由于判断……”)的逻辑主语与主句的主语(οἱ τῶν Ἀθηναίων ὑπήκοοι,“雅典的臣属”)一致,因此修饰该主语的分词 ὀργῶντες 采用了主格形式,而非宾格。
  3. 8.2.4κινδύνων τε τοιούτων ἀπηλλάχθαι ἂν τὸ λοιπὸν οἷος καὶ ὁ ἀπὸ τῶν Ἀθηναίων περιέστη ἂν αὐτούς, εἰ τὸ Σικελικὸν προσέλαβον — 主句中的带 ἄν 不定式(ἀπηλλάχθαι ἂν)作为过去相反虚拟条件句的归结从句(其条件从句为 εἰ ... προσέλαβον,“如果他们占领了”)。同时,关系从句 οἷος ... περιέστη 烟(“正如……本会笼罩他们一样”)也作为依赖于同一条件的过去相反虚拟归结。关系代词 οἷος 指代先行词 τοιούτων,但在其自身从句中充当主语,与省略的主语(ὁ [κίνδυνος] ἀπὸ τῶν 雅典人)相一致。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.2.1-8.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.2.1-8.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。