Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §8.106.1-8.106.5

キュノスマの海戦の勝利とアテナイの士気回復

914 / 917 箇所 · ギリシア語

要旨

キノスセマの海戦におけるアテナイ勢の勝利と、捕獲した戦利船の数が記録される。この勝利の知らせはアテナイ市民を大いに活気づけ、戦争継続への意欲を復興させた。

§8.106.1γεγενημένης δὲ τῆς τροπῆς καὶ καταφυγόντων τῶν Πελοποννησίων πρὸς τὸν Μείδιον μάλιστα ποταμὸν τὸ πρῶτον, ὕστερον δὲ ἐς Ἄβυδον, ναῦς μὲν ὀλίγας ἔλαβον οἱ Ἀθηναῖοι (στενὸς γὰρ ὢν ὁ Ἑλλήσποντος βραχείας τὰς ἀποφυγὰς τοῖς ἐναντίοις παρεῖχε), τὴν μέντοι νίκην ταύτην τῆς ναυμαχίας ἐπικαιροτάτην δὴ ἔσχον.
敗走が始まり、ペロポネソス勢が最初は主としてメイディオス川へ、その後アビュドスへと逃げ込んだとき、アテナイ勢が捕獲した船はわずかであった(というのも、ヘレスポントス海峡は狭いため、敵にとって逃げ込む距離が短かったからである)。 しかしながら、この海戦での勝利は、彼らにとってまさに最も時宜を得たものであった。
§8.106.2φοβούμενοι γὰρ τέως τὸ τῶν Πελοποννησίων ναυτικὸν διά τε τὰ κατὰ βραχὺ σφάλματα καὶ διὰ τὴν ἐν τῇ Σικελίᾳ ξυμφοράν, ἀπηλλάγησαν τοῦ σφᾶς τε αὐτοὺς καταμέμφεσθαι καὶ τοὺς πολεμίους ἔτι ἀξίους του ἐς τὰ ναυτικὰ νομίζειν.
なぜなら、彼らはそれまで、度重なる小規模な敗北やシケリアでの惨劇のためにペロポネソス勢の海軍を恐れていたが、自分たちを卑下することからも、また敵が海戦においていまだ侮りがたい存在であるとみなすことからも解放されたからである。
§8.106.3ναῦς μέντοι τῶν ἐναντίων λαμβάνουσι Χίας μὲν ὀκτώ, Κορινθίας δὲ πέντε, Ἀμπρακιώτιδας δὲ δύο καὶ Βοιωτίας δύο, Λευκαδίων δὲ καὶ Λακεδαιμονίων καὶ Συρακοσίων καὶ Πελληνέων μίαν ἑκάστων·
彼らが捕獲した敵船は、キオス船8隻、コリントス船5隻、アンブラキア船2隻、ボイオティア船2隻、そしてレウカス、ラケダイモン、シュラクサイ、ペレネの船各1隻であった。
αὐτοὶ δὲ πέντε καὶ δέκα ναῦς ἀπολλύασιν.
一方、自分たちは15隻の船を失った。
§8.106.4στήσαντες δὲ τροπαῖον ἐπὶ τῇ ἄκρᾳ οὗ τὸ Κυνὸς σῆμα καὶ τὰ ναυάγια προσαγαγόμενοι καὶ νεκροὺς τοῖς ἐναντίοις ὑποσπόνδους ἀποδόντες ἀπέστειλαν καὶ ἐς τὰς Ἀθήνας τριήρη ἄγγελον τῆς νίκης.
そして彼らは、キュノスセマのある岬に記念碑を建て、難破船の残骸を回収し、敵には休戦条約のもとで遺体を返還したのち、アテナイへと勝利の報を伝える三段櫂船を派遣した。
§8.106.5οἱ δὲ ἀφικομένης τῆς νεὼς καὶ ἀνέλπιστον τὴν εὐτυχίαν ἀκούσαντες ἐπί τε ταῖς περὶ τὴν Εὔβοιαν ἄρτι ξυμφοραῖς καὶ κατὰ τὴν στάσιν γεγενημέναις πολὺ ἐπερρώσθησαν καὶ ἐνόμισαν σφίσιν ἔτι δυνατὰ εἶναι τὰ πράγματα, ἢν προθύμως ἀντιλαμβάνωνται, περιγενέσθαι.
アテナイの人々は、船が到着してこの予期せぬ幸運を聞くと、エウボイア周辺での最近の惨劇や、内紛の最中に生じた災難の後であっただけに、大いに勇気づけられ、もし自分たちが熱心に取り組むならば、事態を好転させて勝利を収めることがいまだ可能であると考えた。

語釈・文法注

  1. 8.106.2τοῦ σφᾶς τε αὐτοὺς καταμέμφεσθαι καὶ τοὺς πολεμίους ἔτι ἀξίους του ἐς τὰ ναυτικὰ νομίζειν — 動詞 ἀπηλλάγησαν(解放された)の補語となる、属格冠詞(τοῦ)を伴う二つの並列された不定詞句。一つ目の不定詞句では σφᾶς αὐτούς が καταμέμφεσθαι の直接目的語、二つ目の不定詞句では τοὺς πολεμίους が νομίζειν の意味上の主語(対格)であり、του は不定代名詞の単数属格(τινός の短縮形)として ἀξίους(価値のある、考慮に値する)を修飾する。
  2. 8.106.5ἐνόμισαν σφίσιν ἔτι δυνατὰ εἶναι τὰ πράγματα, ἢν προθύμως ἀντιλαμβάνωνται, περιγενέσθαι — 動詞 ἐνόμισαν(考えた)に導かれる間接話法。主語は τὰ πράγματα(事態)、述語は δυνατὰ εἶναι(可能である)。アオリスト不定詞 περιγενέσθαι(克服すること、勝利すること)は、形容詞 δυνατά を限定する関係(「〜することが可能」)として付け加えられている。δυνατά は本来非人称の単数中性 δυνατόν となるべきところが、主語の τὰ πράγματα に合わせて複数中性形になっている。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §8.106.1-8.106.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.106.1-8.106.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。