§8.106.1γεγενημένης δὲ τῆς τροπῆς καὶ καταφυγόντων τῶν Πελοποννησίων πρὸς τὸν Μείδιον μάλιστα ποταμὸν τὸ πρῶτον, ὕστερον δὲ ἐς Ἄβυδον, ναῦς μὲν ὀλίγας ἔλαβον οἱ Ἀθηναῖοι (στενὸς γὰρ ὢν ὁ Ἑλλήσποντος βραχείας τὰς ἀποφυγὰς τοῖς ἐναντίοις παρεῖχε), τὴν μέντοι νίκην ταύτην τῆς ναυμαχίας ἐπικαιροτάτην δὴ ἔσχον.
When the rout had taken place and the Peloponnesians had fled first chiefly to the river Meidius, and later to Abydos, the Athenians captured few ships (for the Hellespont, being narrow, provided short distances of escape for their opponents); nevertheless, they obtained this victory in the sea-fight at a most opportune moment indeed.
§8.106.2φοβούμενοι γὰρ τέως τὸ τῶν Πελοποννησίων ναυτικὸν διά τε τὰ κατὰ βραχὺ σφάλματα καὶ διὰ τὴν ἐν τῇ Σικελίᾳ ξυμφοράν, ἀπηλλάγησαν τοῦ σφᾶς τε αὐτοὺς καταμέμφεσθαι καὶ τοὺς πολεμίους ἔτι ἀξίους του ἐς τὰ ναυτικὰ νομίζειν.
For having hitherto feared the fleet of the Peloponnesians, both on account of their minor setbacks and on account of the disaster in Sicily, they were delivered from both reproaching themselves and thinking the enemy were still of any account in naval matters.
§8.106.3ναῦς μέντοι τῶν ἐναντίων λαμβάνουσι Χίας μὲν ὀκτώ, Κορινθίας δὲ πέντε, Ἀμπρακιώτιδας δὲ δύο καὶ Βοιωτίας δύο, Λευκαδίων δὲ καὶ Λακεδαιμονίων καὶ Συρακοσίων καὶ Πελληνέων μίαν ἑκάστων· αὐτοὶ δὲ πέντε καὶ δέκα ναῦς ἀπολλύασιν.
They captured, however, of the enemy's ships eight Chian, five Corinthian, two Ambraciot, two Boeotian, and one each of the Leucadians, Lacedaemonians, Syracusans, and Pelleneans; while they themselves lost fifteen ships.
§8.106.4στήσαντες δὲ τροπαῖον ἐπὶ τῇ ἄκρᾳ οὗ τὸ Κυνὸς σῆμα καὶ τὰ ναυάγια προσαγαγόμενοι καὶ νεκροὺς τοῖς ἐναντίοις ὑποσπόνδους ἀποδόντες ἀπέστειλαν καὶ ἐς τὰς Ἀθήνας τριήρη ἄγγελον τῆς νίκης.
And having erected a trophy on the promontory where the Cynossema is, and having recovered their own wrecks, and restored the dead to the enemy under truce, they also dispatched a trireme to Athens as a messenger of the victory.
§8.106.5οἱ δὲ ἀφικομένης τῆς νεὼς καὶ ἀνέλπιστον τὴν εὐτυχίαν ἀκούσαντες ἐπί τε ταῖς περὶ τὴν Εὔβοιαν ἄρτι ξυμφοραῖς καὶ κατὰ τὴν στάσιν γεγενημέναις πολὺ ἐπερρώσθησαν καὶ ἐνόμισαν σφίσιν ἔτι δυνατὰ εἶναι τὰ πράγματα, ἢν προθύμως ἀντιλαμβάνωνται, περιγενέσθαι.
And they, when the ship arrived and they heard of this unexpected good fortune, especially after the recent disasters around Euboea and those that had occurred during the sedition, were greatly encouraged, and believed that it was still possible for them to prevail in their affairs, if they applied themselves zealously.