Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.106.1-8.106.5

基诺塞马海战的胜利与雅典士气的恢复

第 914 段,共 917 段 · 希腊语

内容简介

雅典人在基诺塞马海战中取得关键胜利并捕获敌船。这一出人意料的胜利消息极大地鼓舞了雅典公民,恢复了他们对战争的信心。

§8.106.1γεγενημένης δὲ τῆς τροπῆς καὶ καταφυγόντων τῶν Πελοποννησίων πρὸς τὸν Μείδιον μάλιστα ποταμὸν τὸ πρῶτον, ὕστερον δὲ ἐς Ἄβυδον, ναῦς μὲν ὀλίγας ἔλαβον οἱ Ἀθηναῖοι (στενὸς γὰρ ὢν ὁ Ἑλλήσποντος βραχείας τὰς ἀποφυγὰς τοῖς ἐναντίοις παρεῖχε), τὴν μέντοι νίκην ταύτην τῆς ναυμαχίας ἐπικαιροτάτην δὴ ἔσχον.
当溃败发生、伯罗奔尼撒人起初主要逃往梅迪奥斯河,随后逃往阿拜多斯时,雅典人捕获的船只很少(因为赫勒斯滂海峡狭窄,给对手提供的逃跑距离很短);然而,他们在这次海战中取得的胜利确实极其及时。
§8.106.2φοβούμενοι γὰρ τέως τὸ τῶν Πελοποννησίων ναυτικὸν διά τε τὰ κατὰ βραχὺ σφάλματα καὶ διὰ τὴν ἐν τῇ Σικελίᾳ ξυμφοράν, ἀπηλλάγησαν τοῦ σφᾶς τε αὐτοὺς καταμέμφεσθαι καὶ τοὺς πολεμίους ἔτι ἀξίους του ἐς τὰ ναυτικὰ νομίζειν.
因为此前由于屡次遭受局部挫折以及在西西里遭受的惨重灾难,他们一直对伯罗奔尼撒人的海军怀有恐惧,而如今他们既摆脱了对自身的自责,也摆脱了认为敌人在海战中依然不容小觑的看法。
§8.106.3ναῦς μέντοι τῶν ἐναντίων λαμβάνουσι Χίας μὲν ὀκτώ, Κορινθίας δὲ πέντε, Ἀμπρακιώτιδας δὲ δύο καὶ Βοιωτίας δύο, Λευκαδίων δὲ καὶ Λακεδαιμονίων καὶ Συρακοσίων καὶ Πελληνέων μίαν ἑκάστων· αὐτοὶ δὲ πέντε καὶ δέκα ναῦς ἀπολλύασιν.
不过,他们捕获了敌方八艘希奥斯船、五艘科林斯船、两艘安布拉基亚船、两艘波奥蒂亚船,以及莱夫卡斯、拉刻代蒙、叙拉古和培勒涅各一艘船;而他们自己则损失了十五艘船。
§8.106.4στήσαντες δὲ τροπαῖον ἐπὶ τῇ ἄκρᾳ οὗ τὸ Κυνὸς σῆμα καὶ τὰ ναυάγια προσαγαγόμενοι καὶ νεκροὺς τοῖς ἐναντίοις ὑποσπόνδους ἀποδόντες ἀπέστειλαν καὶ ἐς τὰς Ἀθήνας τριήρη ἄγγελον τῆς νίκης.
他们在基诺塞马岬角上立起了胜利纪念碑,收回了己方的船只残骸,并在停战协定下将尸体交还给敌方,随后向雅典派遣了一艘三列桨战船以报捷。
§8.106.5οἱ δὲ ἀφικομένης τῆς νεὼς καὶ ἀνέλπιστον τὴν εὐτυχίαν ἀκούσαντες ἐπί τε ταῖς περὶ τὴν Εὔβοιαν ἄρτι ξυμφοραῖς καὶ κατὰ τὴν στάσιν γεγενημέναις πολὺ ἐπερρώσθησαν καὶ ἐνόμισαν σφίσιν ἔτι δυνατὰ εἶναι τὰ πράγματα, ἢν προθύμως ἀντιλαμβάνωνται, περιγενέσθαι.
雅典的人民在船只抵达并听到这意料之外的捷报后,尤其是在经历了近期埃维亚周边的灾难以及内讧期间发生的种种不幸之后,精神大振,认为只要他们积极进取,他们的事业依然有望反败为胜。

词汇与语法注释

  1. 8.106.2τοῦ σφᾶς τε αὐτοὺς καταμέμφεσθαι καὶ τοὺς πολεμίους ἔτι ἀξίους του ἐς τὰ ναυτικὰ νομίζειν — 受动词 ἀπηλλάγησαν(摆脱、解放)支配的、带属格冠词 τοῦ 的两个并列不定式短语。在第一个短语中,σφᾶς αὐτού斯 是 καταμέμφεσθαι 的直接宾语;在第二个短语中,τοὺς πολεμίους 是 νομίζειν 的逻辑主语(对格),而 του(不定代名词 τις 的属格形式)是属格,修饰形容词 ἀξίους(有价值的、值得考虑的)。
  2. 8.106.5ἐνόμισαν σφίσιν ἔτι δυνατὰ εἶναι τὰ πράγματα, ἢν προθύμως ἀντιλαμβάνωνται, περιγενέσθαι — 由动词 ἐνόμισαν(他们认为)引导的间接引语结构。主语对格为 τὰ πράγματα(事态),谓语为 δυνατὰ εἶναι(是可能的)。不定过去时不定式 περιγενέσθαι(战胜、克服)作为说明性不定式,用以修饰形容词 δυνατά(“能够克服”)。复数中性形式 δυνατά 被用来代替非人称的单数 δυνατόν,在数上与主语 τὰ πράγματα 保持一致。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.106.1-8.106.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.106.1-8.106.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。