Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.1.1-8.1.4

西西里惨败消息传回雅典与紧急抗战措施

第 809 段,共 917 段 · 希腊语

内容简介

西西里远征惨败的消息传回雅典,市民起初不敢置信,确知后便迁怒于鼓吹远征的政客与占卜师;在四面楚歌的绝境中,雅典人重整旗鼓,决定重建舰队并设立由年长者组成的行政审议委员会(Probouloi)。

§8.1.1ἐς δὲ τὰς Ἀθήνας ἐπειδὴ ἠγγέλθη, ἐπὶ πολὺ μὲν ἠπίστουν καὶ τοῖς πάνυ τῶν στρατιωτῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγόσι καὶ σαφῶς ἀγγέλλουσι, μὴ οὕτω γε ἄγαν πανσυδὶ διεφθάρθαι·
当消息传到雅典时,起初在很长一段时间里,他们甚至不相信那些从战场上亲身逃回并明确报告此事的兵士,不相信他们竟然被如此彻底地全军覆没。
ἐπειδὴ δὲ ἔγνωσαν, χαλεποὶ μὲν ἦσαν τοῖς ξυμπροθυμηθεῖσι τῶν ῥητόρων τὸν ἔκπλουν, ὥσπερ οὐκ αὐτοὶ ψηφισάμενοι, ὠργίζοντο δὲ καὶ τοῖς χρησμολόγοις τε καὶ μάντεσι καὶ ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν ὡς λήψονται Σικελίαν.
但当他们确知事实后,便对那些曾热心促成此次远征的演说家们感到愤怒,仿佛他们自己没有投赞成票一样;他们也对那些神谕者、占卜师以及当时曾用神话般的预言让他们寄希望于夺取西西里的所有人感到极其愤怒。
§8.1.2πάντα δὲ πανταχόθεν αὐτοὺς ἐλύπει τε καὶ περιειστήκει ἐπὶ τῷ γεγενημένῳ φόβος τε καὶ κατάπληξις μεγίστη δή.
面对发生的一切,所有的事情都从四面八方折磨着他们,极大的恐惧和震惊确实笼罩着他们。
ἅμα μὲν γὰρ στερόμενοι καὶ ἰδίᾳ ἕκαστος καὶ ἡ πόλις ὁπλιτῶν τε πολλῶν καὶ ἱππέων καὶ ἡλικίας οἵαν οὐχ ἑτέραν ἑώρων ὑπάρχουσαν ἐβαρύνοντο· ἅμα δὲ ναῦς οὐχ ὁρῶντες ἐν τοῖς νεωσοίκοις ἱκανὰς οὐδὲ χρήματα ἐν τῷ κοινῷ οὐδ’ ὑπηρεσίας ταῖς ναυσὶν ἀνέλπιστοι ἦσαν ἐν τῷ παρόντι σωθήσεσθαι, τούς τε ἀπὸ τῆς Σικελίας πολεμίους εὐθὺς σφίσιν ἐνόμιζον τῷ ναυτικῷ ἐπὶ τὸν Πειραιᾶ πλευσεῖσθαι, ἄλλως τε καὶ τοσοῦτον κρατήσαντας, καὶ τοὺς αὐτόθεν πολεμίους τότε δὴ καὶ διπλασίως πάντα παρεσκευασμένους κατὰ κράτος ἤδη καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης ἐπικείσεσθαι, καὶ τοὺς ξυμμάχους σφῶν μετ᾽ αὐτῶν ἀποστάντας.
因为,无论在个人层面上还是作为城邦,他们都失去了许多重装步兵、骑兵,以及再也找不到比这更好的处于黄金年龄的青年,这让他们心情沉重;同时,看到船坞里没有足够的军船,公库里没有资金,军船上也没有船员,他们对眼前的获救感到绝望,并认为来自西西里的敌人既然取得了如此巨大的胜利,立刻就会率领舰队直趋比雷埃夫斯,而且本境的敌人此时也必然会加倍做好一切准备,立即从陆地和海上全力发起进攻,而他们自己的盟友也会随之叛变投敌。
§8.1.3ὅμως δὲ ὡς ἐκ τῶν ὑπαρχόντων ἐδόκει χρῆναι μὴ ἐνδιδόναι, ἀλλὰ παρασκευάζεσθαι καὶ ναυτικόν, ὅθεν ἂν δύνωνται ξύλα ξυμπορισαμένους, καὶ χρήματα, καὶ τὰ τῶν ξυμμάχων ἐς ἀσφάλειαν ποιεῖσθαι, καὶ μάλιστα τὴν Εὔβοιαν, τῶν τε κατὰ τὴν πόλιν τι ἐς εὐτέλειαν σωφρονίσαι, καὶ ἀρχήν τινα πρεσβυτέρων ἀνδρῶν ἑλέσθαι, οἵτινες περὶ τῶν παρόντων ὡς ἂν καιρὸς ᾖ προβουλεύσουσιν.
然而,根据眼前的实际情况,他们认为不应当屈服,而是必须筹建舰队(从任何可能的地方设法采购木材)并筹集资金,确保盟友的安全,特别是尤波亚的安全,并将城邦内部的一些事务整顿得更为节俭,同时选出一个由年长者组成的某种委员会,以便根据需要对当前事务进行预审。
§8.1.4πάντα τε πρὸς τὸ παραχρῆμα περιδεές, ὅπερ φιλεῖ δῆμος ποιεῖν, ἑτοῖμοι ἦσαν εὐτακτεῖν.
在面临眼前的恐惧时,正像民众通常所做的那样,他们准备在一切事情上都严守纪律。
καὶ ὡς ἔδοξεν αὐτοῖς, καὶ ἐποίουν ταῦτα, καὶ τὸ θέρος ἐτελεύτα.
正如他们所决定的那样,他们付诸了行动,夏季就这样结束了。

词汇与语法注释

  1. §8.1.1τοῖς πάνυ τῶν στρατιωτῶν — 副词 πᾶνυ 位于冠词 τοῖς 与部分属格 τῶν στρατιωτῶν 之间,作形容词性使用,用以强调“士兵中那些真正(极具公信力)的人”。
  2. §8.1.1μὴ οὕτω γε ἄγαν πανσυδὶ διεφθάρθαι — 在表示不信或否定的动词 ἠπίστουν(不相信)之后的补足不定词从句中,使用否定词 μή 而非 οὐ,用以加强主观性的怀疑与不信(表示否定或怀疑动词后的赘余否定)。
  3. §8.1.1ὥσπερ οὐκ αὐτοὶ ψηφισάμενοι — 连词 ὥσπερ 与主格分词 ψηφισάμενοι(与主句主语“雅典人”一致)结合,表示“仿佛他们自己从未投票表决一样”的主观假设或推卸责任的态度。
  4. §8.1.3ὡς ἐκ τῶν ὑπαρχόντων — 介词短语 ἐκ τῶν ὑπαρχόντων(从现有的资源/情况出发)前加上连词 ὡς,起到了限制和条件性的加强作用,意为“在目前条件允许的范围内”或“视现状而定”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.1.1-8.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.1.1-8.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。