§7.77.1‘καὶ ἐκ τῶν παρόντων, ὦ Ἀθηναῖοι καὶ ξύμμαχοι, ἐλπίδα χρὴ ἔχειν (ἤδη τινὲς καὶ ἐκ δεινοτέρων ἢ τοιῶνδε ἐσώθησαν), μηδὲ καταμέμφεσθαι ὑμᾶς ἄγαν αὐτοὺς μήτε ταῖς ξυμφοραῖς μήτε ταῖς παρὰ τὴν ἀξίαν νῦν κακοπαθίαις.
「アテナイ人および同盟諸君よ、現在の状況からしても希望を持つべきである(すでにこれより恐ろしい状況から救われた者たちもいるのだから)。 また、不遇や、現在の不当な苦難のために、自分たちを過剰に責めてはならない。
§7.77.2κἀγώ τοι οὐδενὸς ὑμῶν οὔτε ῥώμῃ προφέρων (ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου) οὔτ’ εὐτυχίᾳ δοκῶν που ὕστερός του εἶναι κατά τε τὸν ἴδιον βίον καὶ ἐς τὰ ἄλλα, νῦν ἐν τῷ αὐτῷ κινδύνῳ τοῖς φαυλοτάτοις αἰωροῦμαι·
実のところ、私自身も、諸君の誰に対しても体力において勝っておらず(しかし私が病気のためにいかなる状態にあるかは、まさに諸君が見ている通りである)、私生活においても他の点においても誰より幸運に恵まれているとは思われていないのに、今、最も身分の低い者たちと同じ危機の中で翻弄されている。
καίτοι πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι, πολλὰ δὲ ἐς ἀνθρώπους δίκαια καὶ ἀνεπίφθονα.
しかしながら、私は神々に対しては多くの信心深い暮らしを送り、人間に対しては多くの公正で恨みを買わない行いをしてきた。
§7.77.3ἀνθ’ ὧν ἡ μὲν ἐλπὶς ὅμως θρασεῖα τοῦ μέλλοντος, αἱ δὲ ξυμφοραὶ οὐ κατ’ ἀξίαν δὴ φοβοῦσιν.
それゆえに、未来に対する希望はそれでもなお強く、この不運も、不当なものであるがゆえに、我々を過度におびえさせはしない。
τάχα δὲ ἂν καὶ λωφήσειαν·
また、これらは間もなく和らぐかもしれない。
ἱκανὰ γὰρ τοῖς τε πολεμίοις ηὐτύχηται, καὶ εἴ τῳ θεῶν ἐπίφθονοι ἐστρατεύσαμεν, ἀποχρώντως ἤδη τετιμωρήμεθα.
敵は十分に幸運に恵まれたし、もし我々が神々の誰かの嫉妬を買って遠征したのだとしても、すでに十分に罰せられたからである。
§7.77.4ἦλθον γάρ που καὶ ἄλλοι τινὲς ἤδη ἐφ’ ἑτέρους, καὶ ἀνθρώπεια δράσαντες ἀνεκτὰ ἔπαθον.
というのも、他の人々もかつて他国を攻撃したことがあり、人間としての行いをした上で、耐えうるだけの報いを受けたからである。
καὶ ἡμᾶς εἰκὸς νῦν τά τε ἀπὸ τοῦ θεοῦ ἐλπίζειν ἠπιώτερα ἕξειν (οἴκτου γὰρ ἀπ’ αὐτῶν ἀξιώτεροι ἤδη ἐσμὲν ἢ φθόνοθυ), καὶ ὁρῶντες ὑμᾶς αὐτοὺς οἷοι ὁπλῖται ἅμα καὶ ὅσοι ξυντεταγμένοι χωρεῖτε μὴ καταπέπληχθε ἄγαν, λογίζεσθε δὲ ὅτι αὐτοί τε πόλις εὐθύς ἐστε ὅποι ἂν καθέζησθε καὶ ἄλλη οὐδεμία ὑμᾶς τῶν ἐν Σικελίᾳ οὔτ’ ἂν ἐπιόντας δέξαιτο ῥᾳδίως οὔτ’ ἂν ἱδρυθέντας που ἐξαναστήσειεν.
したがって、我々も今や神からより穏やかな扱いを期待するのが当然であり(我々はすでに神々の嫉妬よりも哀れみに値するのだから)、また、諸君自身、重装歩兵としてこれほど多くの者が隊列を整えて進んでいる姿を見て、過度におびえてはならない。 むしろ、諸君自身がどこに留まろうとも直ちに都市となるのであり、シケリアの他のどの都市も、攻めてくる諸君を容易に迎え撃つことも、どこかに定住した諸君を追い払うこともできないのだと心得よ。
§7.77.5τὴν δὲ πορείαν ὥστ’ ἀσφαλῆ καὶ εὔτακτον εἶναι αὐτοὶ φυλάξατε, μὴ ἄλλο τι ἡγησάμενος ἕκαστος ἢ ἐν ᾧ ἂν ἀναγκασθῇ χωρίῳ μάχεσθαι, τοῦτο καὶ πατρίδα καὶ τεῖχος κρατήσας ἕξειν.
また、行軍が安全で秩序あるものとなるよう、諸君自身で警戒せよ。 各自が、戦うことを強いられる場所、そこをこそ、勝利を収めることで、祖国とし城壁として確保することになるのだ、という以外には何も考えてはならない。
§7.77.6σπουδὴ δὲ ὁμοίως καὶ νύκτα καὶ ἡμέραν ἔσται τῆς ὁδοῦ·
行軍の急ぎ具合は、夜も昼も同様でなければならない。
τὰ γὰρ ἐπιτήδεια βραχέα ἔχομεν, καὶ ἢν ἀντιλαβώμεθά του φιλίου χωρίου τῶν Σικελῶν (οὗτοι γὰρ ἡμῖν διὰ τὸ Συρακοσίων δέος ἔτι βέβαιοι εἰσίν), ἤδη νομίζετε ἐν τῷ ἐχυρῷ εἶναι.
食糧はわずかしか持ち合わせておらず、もしシケリア人のうち友好的な土地(彼らはシラクサ人への恐れから今なお我々に対して忠実である)にたどり着くならば、すでに安全な場所にいると考えよ。
προπέπεμπται δ’ ὡς αὐτούς, καὶ ἀπαντᾶν εἰρημένον καὶ σιτία ἄλλα κομίζειν.
彼らのもとへはあらかじめ使者が送られており、我々を出迎え、追加の食糧を持ってくるよう指示されている。
§7.77.7‘τό τε ξύμπαν γνῶτε, ὦ ἄνδρες στρατιῶται, ἀναγκαῖόν τε ὂν ὑμῖν ἀνδράσιν ἀγαθοῖς γίγνεσθαι ὡς μὴ ὄντος χωρίου ἐγγὺς ὅποι ἂν μαλακισθέντες σωθείητε καί, ἢν νῦν διαφύγητε τοὺς πολεμίους, οἵ τε ἄλλοι τευξόμενοι ὧν ἐπιθυμεῖτέ που ἐπιδεῖν καὶ οἱ Ἀθηναῖοι τὴν μεγάλην δύναμιν τῆς πόλεως καίπερ πεπτωκυῖαν ἐπανορθώσοντες·
また全体として、兵士諸君よ、諸君が勇敢な男たちになることが不可欠であると知りなさい。 弱気になって救われるような場所は近くにないのだから。 そして、もし今敵から逃れるならば、諸君のうち他の者たちは、おそらく見たいと切望しているものを手にするだろうし、アテナイ人は、たとえ倒れたとはいえ、自分たちの都市の偉大な力を再び再興することになるだろう。
ἄνδρες γὰρ πόλις, καὶ οὐ τείχη οὐδὲ νῆες ἀνδρῶν κεναί.
都市とは人間なのであり、城壁でも、人のいない空の船でもないのだから。
’
」