§7.77.1‘καὶ ἐκ τῶν παρόντων, ὦ Ἀθηναῖοι καὶ ξύμμαχοι, ἐλπίδα χρὴ ἔχειν (ἤδη τινὲς καὶ ἐκ δεινοτέρων ἢ τοιῶνδε ἐσώθησαν), μηδὲ καταμέμφεσθαι ὑμᾶς ἄγαν αὐτοὺς μήτε ταῖς ξυμφοραῖς μήτε ταῖς παρὰ τὴν ἀξίαν νῦν κακοπαθίαις.
“即使在当前的境遇下,雅典人及同盟诸君,也应当抱有希望(确实,过去已有人从比这更可怕的境地中获救),而且你们不要因为遭遇不幸或因为当前不应得的苦难而过分自责。
§7.77.2κἀγώ τοι οὐδενὸς ὑμῶν οὔτε ῥώμῃ προφέρων (ἀλλ’ ὁρᾶτε δὴ ὡς διάκειμαι ὑπὸ τῆς νόσου) οὔτ’ εὐτυχίᾳ δοκῶν που ὕστερός του εἶναι κατά τε τὸν ἴδιον βίον καὶ ἐς τὰ ἄλλα, νῦν ἐν τῷ αὐτῷ κινδύνῳ τοῖς φαυλοτάτοις αἰωροῦμαι· καίτοι πολλὰ μὲν ἐς θεοὺς νόμιμα δεδιῄτημαι, πολλὰ δὲ ἐς ἀνθρώπους δίκαια καὶ ἀνεπίφθονα.
我本人虽然在体力上并不比你们任何人强(但你们也确实看到了我因疾病而处于何种状态),在个人生活或其他方面也并不被认为比任何人更有福气,然而现在却在与最卑微的人相同的危险中漂泊;不过,我曾虔诚地对待神明,在对待人类时也多行公正、不招怨恨。
§7.77.3ἀνθ’ ὧν ἡ μὲν ἐλπὶς ὅμως θρασεῖα τοῦ μέλλοντος, αἱ δὲ ξυμφοραὶ οὐ κατ’ ἀξίαν δὴ φοβοῦσιν.
因此,我对未来的希望依然坚定,从而这些不幸也并不因为我们应得而让我们过分恐惧。
τάχα δὲ ἂν καὶ λωφήσειαν· ἱκανὰ γὰρ τοῖς τε πολεμίοις ηὐτύχηται, καὶ εἴ τῳ θεῶν ἐπίφθονοι ἐστρατεύσαμεν, ἀποχρώντως ἤδη τετιμωρήμεθα.
它们或许也很快就会减轻;因为敌人已经得到了足够的幸运,而如果我们因触怒了某位神明而远征,现在也已经受到了充分的惩罚。
§7.77.4ἦλθον γάρ που καὶ ἄλλοι τινὲς ἤδη ἐφ’ ἑτέρους, καὶ ἀνθρώπεια δράσαντες ἀνεκτὰ ἔπαθον.
因为其他人在过去也曾攻打他人,在做了人类常做的事之后,遭受了可以忍受的报应。
καὶ ἡμᾶς εἰκὸς νῦν τά τε ἀπὸ τοῦ θεοῦ ἐλπίζειν ἠπιώτερα ἕξειν (οἴκτου γὰρ ἀπ’ αὐτῶν ἀξιώτεροι ἤδη ἐσμὲν ἢ φθόνοθυ), καὶ ὁρῶντες ὑμᾶς αὐτοὺς οἷοι ὁπλῖται ἅμα καὶ ὅσοι ξυντεταγμένοι χωρεῖτε μὴ καταπέπληχθε ἄγαν, λογίζεσθε δὲ ὅτι αὐτοί τε πόλις εὐθύς ἐστε ὅποι ἂν καθέζησθε καὶ ἄλλη οὐδεμία ὑμᾶς τῶν ἐν Σικελίᾳ οὔτ’ ἂν ἐπιόντας δέξαιτο ῥᾳδίως οὔτ’ ἂν ἱδρυθέντας που ἐξαναστήσειεν.
所以我们现在也有理由期望得到来自神明的更温和的对待(因为我们现在已经更值得他们怜悯,而不是嫉妒),并且当你们看到自己——如此优秀的重装步兵且人数众多地排成阵列前进时,不要过于惊慌,而要想到,无论你们驻扎在何处,你们自己立时就是一座城邦,而西西里没有其他任何城邦能够轻易抵挡进攻的你们,也无法在你们安顿之后将你们驱逐。
§7.77.5τὴν δὲ πορείαν ὥστ’ ἀσφαλῆ καὶ εὔτακτον εἶναι αὐτοὶ φυλάξατε, μὴ ἄλλο τι ἡγησάμενος ἕκαστος ἢ ἐν ᾧ ἂν ἀναγκασθῇ χωρίῳ μάχεσθαι, τοῦτο καὶ πατρίδα καὶ τεῖχος κρατήσας ἕξειν.
你们自己要警惕,使行军安全且有秩序,每个人不要想别的,只要想到:在自己被迫战斗的任何地方,只要战胜,就将拥有该地作为自己的祖国和城墙。
§7.77.6σπουδὴ δὲ ὁμοίως καὶ νύκτα καὶ ἡμέραν ἔσται τῆς ὁδοῦ· τὰ γὰρ ἐπιτήδεια βραχέα ἔχομεν, καὶ ἢν ἀντιλαβώμεθά του φιλίου χωρίου τῶν Σικελῶν (οὗτοι γὰρ ἡμῖν διὰ τὸ Συρακοσίων δέος ἔτι βέβαιοι εἰσίν), ἤδη νομίζετε ἐν τῷ ἐχυρῷ εἶναι.
无论日夜,我们都要同样急切地赶路;因为我们只有很少的给养,而如果我们能到达西西里人中某个友好的地方(因为他们由于对叙拉古人的恐惧,至今对我们依然忠诚),那时你们就可以认为自己已经安全了。
προπέπεμπται δ’ ὡς αὐτούς, καὶ ἀπαντᾶν εἰρημένον καὶ σιτία ἄλλα κομίζειν.
我们已经派人前前去通知他们,让他们前来迎接并带些其他粮食。
§7.77.7‘τό τε ξύμπαν γνῶτε, ὦ ἄνδρες στρατιῶται, ἀναγκαῖόν τε ὂν ὑμῖν ἀνδράσιν ἀγαθοῖς γίγνεσθαι ὡς μὴ ὄντος χωρίου ἐγγὺς ὅποι ἂν μαλακισθέντες σωθείητε καί, ἢν νῦν διαφύγητε τοὺς πολεμίους, οἵ τε ἄλλοι τευξόμενοι ὧν ἐπιθυμεῖτέ που ἐπιδεῖν καὶ οἱ Ἀθηναῖοι τὴν μεγάλην δύναμιν τῆς πόλεως καίπερ πεπτωκυῖαν ἐπανορθώσοντες· ἄνδρες γὰρ πόλις, καὶ οὐ τείχη οὐδὲ νῆες ἀνδρῶν κεναί.
总之,士兵们,你们要明白,你们必须成为勇敢的人,因为附近没有可以供你们退缩而获救的地方;而且,如果你们现在能逃脱敌人,你们中的其他人将能实现你们渴望再次见到的愿望,而雅典人将重建他们城邦的伟大力量,尽管它已经衰落;因为人构成城邦,而不是城墙或没有人的空船。
’
”