§7.78.1ὁ μὲν Νικίας τοιάδε παρακελευόμενος ἅμα ἐπῄει τὸ στράτευμα, καὶ εἴ πῃ ὁρῴη διεσπασμένον καὶ μὴ ἐν τάξει χωροῦν ξυνάγων καὶ καθιστάς, καὶ ὁ Δημοσθένης οὐδὲν ἧσσον τοῖς καθ’ ἑαυτὸν τοιαῦτά τε καὶ παραπλήσια λέγων.
ニキアスはこのような励ましの言葉をかけながら軍を進め、隊列が乱れたり、秩序なく進んでいるところがあれば、それを集め、整え、デモステネスもまた同様に、自分の受け持ちの兵たちにこれと同じような言葉をかけながら進んだ。
§7.78.2τὸ δὲ ἐχώρει ἐν πλαισίῳ τεταγμένον, πρῶτον μὲν ἡγούμενον τὸ Νικίου, ἐφεπόμενον δὲ τὸ Δημοσθένους·
軍は方陣を組んで進み、まずニキアスの率いる部隊が先頭を行き、デモステネスの部隊がそれに従った。
τοὺς δὲ σκευοφόρους καὶ τὸν πλεῖστον ὄχλον ἐντὸς εἶχον οἱ ὁπλῖται.
重装歩兵たちが、荷物持ちや大半の非戦闘員を内側に囲んでいた。
§7.78.3καὶ ἐπειδή [τε] ἐγένοντο ἐπὶ τῇ διαβάσει τοῦ Ἀνάπου ποταμοῦ, ηὗρον ἐπ’ αὐτῷ παρατεταγμένους τῶν Συρακοσίων καὶ ξυμμάχων, καὶ τρεψάμενοι αὐτοὺς καὶ κρατήσαντες τοῦ πόρου ἐχώρουν ἐς τὸ πρόσθεν·
そして彼らがアナポス川の渡河点に達したとき、そこにはシラクサ人と同盟軍が陣を敷いているのを見つけたが、彼らを敗走させて渡し場を制圧し、さらに前方へと進んだ。
οἱ δὲ Συρακόσιοι παριππεύοντές τε προσέκειντο καὶ ἐσακοντίζοντες οἱ ψιλοί.
しかしシラクサ人の騎兵たちが並走して執拗に攻撃し、軽装歩兵たちも槍を投げつけてきた。
§7.78.4καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ προελθόντες σταδίους ὡς τεσσαράκοντα ηὐλίσαντο πρὸς λόφῳ τινὶ οἱ Ἀθηναῖοι·
この日、アテナイ人は約四十スタディオン進んで、ある丘の近くで宿営した。
τῇ δ’ ὑστεραίᾳ πρῲ ἐπορεύοντο καὶ προῆλθον ὡς εἴκοσι σταδίους, καὶ κατέβησαν ἐς χωρίον ἄπεδόν τι καὶ αὐτοῦ ἐστρατοπεδεύσαντο, βουλόμενοι ἔκ τε τῶν οἰκιῶν λαβεῖν τι ἐδώδιμον (ᾠκεῖτο γὰρ ὁ χῶρος) καὶ ὕδωρ μετὰ σφῶν αὐτῶν φέρεσθαι αὐτόθεν·
翌日、彼らは早朝に出発して約二十スタディオン進み、平坦な土地に下りてそこに陣を敷いた。 民家から何か食べられるものを手に入れ(その地域には人が住んでいたから)、そこから水を手元に携えて行こうと望んだからである。
ἐν γὰρ τῷ πρόσθεν ἐπὶ πολλὰ στάδια, ᾗ ἔμελλον ἰέναι, οὐκ ἄφθονον ἦν.
というのも、これから進むことになる前方の多くのスタディオンの間には、水が豊富になかったからである。
§7.78.5οἱ δὲ Συρακόσιοι ἐν τούτῳ προελθόντες τὴν δίοδον τὴν ἐν τῷ πρόσθεν ἀπετείχιζον·
この間にシラクサ人は先回りして、前方にある通路を壁で遮断した。
ἦν δὲ λόφος καρτερὸς καὶ ἑκατέρωθεν αὐτοῦ χαράδρα κρημνώδης, ἐκαλεῖτο δὲ Ἀκραῖον λέπας.
そこは険しい丘で、その両側は切り立った崖の渓谷になっており、アクライオン・レパスと呼ばれていた。
§7.78.6τῇ δ’ ὑστεραίᾳ οἱ Ἀθηναῖοι προῇσαν, καὶ οἱ τῶν Συρακοσίων καὶ ξυμμάχων αὐτοὺς ἱππῆς καὶ ἀκοντισταὶ ὄντες πολλοὶ ἑκατέρωθεν ἐκώλυον καὶ ἐσηκόντιζόν τε καὶ παρίππευον.
翌日、アテナイ人が前進すると、多数のシラクサ人および同盟軍の騎兵や槍投げ兵が両側から彼らを阻み、槍を投げつけ、並走した。
καὶ χρόνον μὲν πολὺν ἐμάχοντο οἱ Ἀθηναῖοι, ἔπειτα ἀνεχώρησαν πάλιν ἐς τὸ αὐτὸ στρατόπεδον.
アテナイ人は長い間戦ったが、その後、再び同じ宿営地へと退却した。
καὶ τὰ ἐπιτήδεια οὐκέτι ὁμοίως εἶχον·
そして食糧はもはや以前のようには手に入らなかった。
οὐ γὰρ ἔτι ἀποχωρεῖν οἷόν τ’ ἦν ὑπὸ τῶν ἱππέων.
騎兵たちに阻まれて、もはや陣の外へ食糧を探しに出ることができなかったからである。