§7.71.1ὅ τε ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε, φιλονικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλέονος ἤδη καλοῦ, δεδιότες δὲ οἱ ἐπελθόντες μὴ τῶν παρόντων ἔτι χείρω πράξωσιν.
海戦の勝敗がまだ決していなかったため、双方の陸上部隊は精神的に激しい動揺と葛藤を抱いていた。 地元の者たち(シラクサ側)は、すでに手にしかけているさらなる栄誉のために勝ち誇ろうと競い合い、攻めてきた者たち(アテナイ側)は、現状よりもさらに悪い事態に陥ることを恐れていたからである。
§7.71.2πάντων γὰρ δὴ ἀνακειμένων τοῖς Ἀθηναίοις ἐς τὰς ναῦς ὅ τε φόβος ἦν ὑπὲρ τοῦ μέλλοντος οὐδενὶ ἐοικώς, καὶ διὰ τὸ 〈ἀνώμαλον〉 τῆς ναυμαχίας ἀνώμαλον καὶ τὴν ἔποψιν ἐκ τῆς γῆς ἠναγκάζοντο ἔχειν.
実際、アテナイ人にとってはすべてが船にかかっていたため、将来に対する彼らの恐怖はかつてないものであり、海戦の戦況が一様でなかったため、陸からの見方も一様でなくならざるを得なかった。
§7.71.3δι’ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο, οἱ δ’ ἐπὶ τὸ ἡσσώμενον βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμην μᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο·
観戦する距離が近く、また全員が同時に同じ場所を見ていたわけではなかったため、もしある者たちが、自分の側の船がどこかで優勢に立っているのを目にすれば、彼らは勇気づけられ、自分たちから救いを奪わないようにと神々に祈り求めた。 しかし、敗色濃厚な箇所に目を向けた者たちは、悲鳴とともに嘆き悲しみ、その目にする光景から、実際に戦っている者たち以上に精神的に圧倒されていた。
ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες, διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες ἐν τοῖς χαλεπώτατα διῆγον·
また、海戦が拮抗している箇所に目を向けた別の者たちは、勝負が決まらずに長引く激しい争いのゆえに、自らの体さえもその揺れ動く思いに合わせて恐怖のうちに傾けながら、極めて悲惨な状態で時を過ごしていた。
αἰεὶ γὰρ παρ’ ὀλίγον ἢ διέφευγον ἢ ἀπώλλυντο.
というのも、彼らは常に紙一重のところで、逃げ延びるか滅びるかの瀬戸際にあったからである。
§7.71.4ἦν τε ἐν τῷ αὐτῷ στρατεύματι τῶν Ἀθηναίων, ἕως ἀγχώμαλα ἐναυμάχουν, πάντα ὁμοῦ ἀκοῦσαι, ὀλοφυρμὸς βοή, νικῶντες κρατούμενοι, ἄλλα ὅσα ἐν μεγάλῳ κινδύνῳ μέγα στρατόπεδον πολυειδῆ ἀναγκάζοιτο φθέγγεσθαι.
戦いが互角に戦われている間は、アテナイの同じ軍勢の中から、嘆き、叫び、勝つ者たちと敗れる者たちの声、そして大軍が大きな危険に直面したときに発せざるを得ない、その他さまざまな声が同時に聞こえてきた。
§7.71.5παραπλήσια δὲ καὶ οἱ ἐπὶ τῶν νεῶν αὐτοῖς ἔπασχον, πρίν γε δὴ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπὶ πολὺ ἀντισχούσης τῆς ναυμαχίας ἔτρεψάν τε τοὺς Ἀθηναίους καὶ ἐπικείμενοι λαμπρῶς, πολλῇ κραυγῇ καὶ διακελευσμῷ χρώμενοι, κατεδίωκον ἐς τὴν γῆν.
船の上にいる者たちも、陸の者たちと同様の苦しみを目にしていたが、ついに海戦が長く持ちこたえられた末に、シラクサ人と同盟軍がアテナイ人を敗走させ、大いなる勝鬨と励ましの叫びをあげながら、猛烈に追撃して彼らを陸へと追い詰めた。
§7.71.6τότε δὲ ὁ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ, ὅσοι μὴ μετέωροι ἑάλωσαν, κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον·
その時、海軍部隊は、洋上で捕らえられた者たちを除き、四方八方に流されて陣営へと逃げ帰った。
ὁ δὲ πεζὸς οὐκέτι διαφόρως, ἀλλ’ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα, οἱ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν, οἱ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν, ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν.
陸上部隊はもはや異なる感情を抱くことはなく、一斉に、嘆きと呻きを漏らしながら事態に絶望し、ある者は船を支援しに走り、ある者は残された城壁の守備に走り、また他の多くの者たちは、今や自分たち自身がどうすれば生き延びられるかを考え始めていた。
§7.71.7ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις.
その瞬間の狼狽は、それまでのどのような敗戦におけるものにも劣らないものであった。
παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ·
彼らは、ピュロスで自分たちが(スパルタ人に)もたらし、また自ら被ったのと同様の運命に直面していた。
διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες, καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι, ἢν μή τι παρὰ λόγον γίγνηται.
あの時、ラケダイモン人は船を失ったことで、島に渡っていた自国兵をも失うことになったが、今やアテナイ人にとっても、何か予想外の奇跡でも起きない限り、陸路で救われる望みは全くなかったからである。