Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.71.1-7.71.7

岸上观战陆军的极度焦虑与雅典海军溃败

第 792 段,共 917 段 · 希腊语

内容简介

随着港内海战陷入激烈胶着,岸上观战的双方步兵因战况起伏而心情剧烈波动、极度紧张。最终雅典海军溃败,全军陷入了彻底的恐慌与绝望之中。

§7.71.1ὅ τε ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε, φιλονικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλέονος ἤδη καλοῦ, δεδιότες δὲ οἱ ἐπελθόντες μὴ τῶν παρόντων ἔτι χείρω πράξωσιν.
由于海战胜负未分,双方在岸上的步兵在精神上都经历了极大的挣扎与紧张:本地人(叙拉古方)渴望赢得已经近在眼前的更大荣耀,而入侵者(雅典方)则害怕处境会比现在更加悲惨。
§7.71.2πάντων γὰρ δὴ ἀνακειμένων τοῖς Ἀθηναίοις ἐς τὰς ναῦς ὅ τε φόβος ἦν ὑπὲρ τοῦ μέλλοντος οὐδενὶ ἐοικώς, καὶ διὰ τὸ 〈ἀνώμαλον〉 τῆς ναυμαχίας ἀνώμαλον καὶ τὴν ἔποψιν ἐκ τῆς γῆς ἠναγκάζοντο ἔχειν.
因为雅典人的一切都维系在战船上,他们对未来的恐惧是前所未有的;又因为战况错综复杂、极不均衡,他们从陆地上观看时,视线与心境也不得不随之起伏不定。
§7.71.3δι’ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο, οἱ δ’ ἐπὶ τὸ ἡσσώμενον βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμην μᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο·
由于距离极近,且人们并非同时注视着同一个地方,如果有人看到自己的队伍在某处占了上风,他们就会备受鼓舞,转而祈求神明不要夺走他们的生路;而那些看到败退场面的人,则伴随着哭喊发出哀号,由于目睹了那一幕,他们在精神上甚至比实际参战的人更加崩溃。
ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες, διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες ἐν τοῖς χαλεπώτατα διῆγον·
还有一些人,由于目光投向了胜负未分的地方,在旷日持久且难分伯仲的争斗中,因极度恐惧而使身体也随着心里的想法一起摇晃,处于极度痛苦的煎熬中。
αἰεὶ γὰρ παρ’ ὀλίγον ἢ διέφευγον ἢ ἀπώλλυντο.
因为他们总是差一点点就要么逃生,要么灭亡。
§7.71.4ἦν τε ἐν τῷ αὐτῷ στρατεύματι τῶν Ἀθηναίων, ἕως ἀγχώμαλα ἐναυμάχουν, πάντα ὁμοῦ ἀκοῦσαι, ὀλοφυρμὸς βοή, νικῶντες κρατούμενοι, ἄλλα ὅσα ἐν μεγάλῳ κινδύνῳ μέγα στρατόπεδον πολυειδῆ ἀναγκάζοιτο φθέγγεσθαι.
只要海战还处于势均力敌的状态,在雅典人的同一支军队中,就能同时听到各种各样的声音:哀号、呐喊、胜利者的欢呼、战败者的惨叫,以及一支深陷绝境的大军在极度危险中不得不发出的各种混杂之声。
§7.71.5παραπλήσια δὲ καὶ οἱ ἐπὶ τῶν νεῶν αὐτοῖς ἔπασχον, πρίν γε δὴ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπὶ πολὺ ἀντισχούσης τῆς ναυμαχίας ἔτρεψάν τε τοὺς Ἀθηναίους καὶ ἐπικείμενοι λαμπρῶς, πολλῇ κραυγῇ καὶ διακελευσμῷ χρώμενοι, κατεδίωκον ἐς τὴν γῆν.
船上的人所经历的痛苦也与他们相似,直到海战持续了很久之后,叙拉古人及其盟友终于击溃了雅典人,并在大声喧哗和相互鼓励中发起猛烈追击,将他们赶回了陆地。
§7.71.6τότε δὲ ὁ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ, ὅσοι μὴ μετέωροι ἑάλωσαν, κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον·
那时,海军部队除了在海中被俘的以外,其余皆纷纷靠岸,逃回了营地。
ὁ δὲ πεζὸς οὐκέτι διαφόρως, ἀλλ’ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα, οἱ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν, οἱ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν, ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν.
而陆上步兵不再有不同的心思,而是一齐发出悲叹与呻吟,对眼前的变故绝望不已,他们有的奔向战船予以支援,有的跑去防守残余的城墙,还有其他人——实际上是现在的大多数人——已经开始为自己盘算如何才能保全性命。
§7.71.7ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις.
此时的恐慌,确实不亚于以往任何一次。
παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ· διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες, καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι, ἢν μή τι παρὰ λόγον γίγνηται.
他们此时所遭受的,正与他们自己在皮洛斯让敌人遭受的一样:当时拉开代蒙人的战船被毁,他们在岛上的士兵也随之覆没;而现在,雅典人除非发生意料之外的奇迹,否则根本没有在陆路上生还的希望。

词汇与语法注释

  1. 7.71.1ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας — 属格绝对结构。用作背景或附带状况,表示海战(ναυμαχία)正处于胜负未分的平衡状态(ἰσόρροπος),从而使陆上部队陷入极大的心理紧张中。
  2. 7.71.2διὰ τὸ 〈ἀνώμαλον〉 τῆς ναυμαχίας ἀνώμαλον καὶ τὴν ἔποψιν... ἠναγκάζοντο ἔχειν — 文本传抄及解释上存在争议的难句。前一个 ἀνώμαλον 在部分手稿中缺失,是由现代校勘学者补入的。整句表达了战况的不均衡(各处战局明暗不一)与观战者视线及心理的起伏不定(ἀνώμαλον τὴν ἔποψιν... ἔχειν)之间的因果关联。
  3. 7.71.3ἀνεθάρσησάν τε ἂν καὶ ... ἐτρέποντο — 小词 ἄν 配合直说过去时(不定过去时 ἀνεθάρσησαν 与未完成过去时 ἐτρέποντο),用以表示过去反复发生或习惯性的行为(“每当……便会……”)。它描述了每当观战者看到己方占优时,便会屡次受到鼓舞并向神祈祷的场景。
  4. 7.71.3τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες — 形容词 ἴσα 用作副词,支配与格 τῇ δόξῃ(意为“心境”、“念头”或“忧虑”)。“在极度恐惧中,让自己的肉体(τοῖς σώμασιν)与内心的起伏(τῇ δόξῃ)等同地(ἴσα)随之摇摆”,这一极具文学色彩和直观感的句式,生动描绘了紧张观战时心理波动与身体不自主动作的联动。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.71.1-7.71.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.71.1-7.71.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。