§7.70.1προεξαγαγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον, κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα, ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις, καὶ ὁ πεζὸς ἅμα αὐτοῖς παρεβοήθει ᾗπερ καὶ αἱ νῆες κατίσχοιεν.
一方、シラクサ人と同盟軍は、以前とほぼ同数の船をあらかじめ出航させており、その一部で出口を警戒し、残りの船で港の周囲全体を警戒した。 これは、アテナイ人に対してあらゆる方向から同時に襲いかかれるようにするためであった。 また陸上部隊も、船が着岸するであろう場所へ、彼らと同時に支援に駆けつけた。
ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος, κέρας ἑκάτερος τοῦ παντὸς ἔχων, Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον.
シラクサ人の海軍は、シカノスとアガタルコスがそれぞれ全軍の翼を率い、ピュテンとコリントス人が中央を指揮した。
§7.70.2ἐπειδὴ δὲ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλῄσεις·
残りのアテナイ人が閉鎖線に到達すると、最初の突撃でそこに配置されていた船を圧倒し、障壁を解こうと試みた。
μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ ξυμμάχων ἐπιφερομένων οὐ πρὸς τῷ ζεύγματι ἔτι μόνον ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο, καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν προτέρων.
しかしその後、シラクサ人と同盟軍が四方から彼らに襲いかかったため、海戦はもはや閉鎖線のところだけでなく港の全域で行われるようになり、それは極めて激しく、これまでのいかなる戦いにも類を見ないものであった。
§7.70.3πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν ὁπότε κελευσθείη ἐγίγνετο, πολλὴ δὲ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους·
というのも、双方の漕ぎ手からは、命じられたときにはいつでも突撃しようとする強い意気込みが示され、舵手たちの間では互いに対抗する技術の限りを尽くした競い合いがあったからである。
οἵ τε ἐπιβάται ἐθεράπευον, ὁπότε προσπέσοι ναῦς νηί, μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης·
また甲板兵たちも、船と船が衝突するたびに、甲板上での役割において他方の船の技量に劣ることのないよう細心の注意を払っていた。
πᾶς τέ τις ἐν ᾧ προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι.
そして誰もが、自らが配置された持ち場において、自分が最も優れていると見えようと努めていた。
§7.70.4ξυμπεσουσῶν δὲ ἐν ὀλίγῳ πολλῶν νεῶν (πλεῖσται γὰρ δὴ αὗται ἐν ἐλαχίστῳ ἐναυμάχησαν·
狭い場所に多くの船が密集したため(実に、これほど多くの船がこれほど狭い空間で戦った例はない。
βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι) αἱ μὲν ἐμβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο, αἱ δὲ προσβολαί, ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα ἢ διὰ τὸ φεύγειν ἢ ἄλλῃ ἐπιπλέουσα, πυκνότεραι ἦσαν.
双方合わせて200隻にわずかに及ばない数であったからである)、後退や突破のためのスペースがないため、船首による正規の衝撃は少なかったが、逃走中あるいは他へ進撃中の船が、たまたま別の船と衝突するような偶発的な衝突は非常に頻繁に起こった。
§7.70.5καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς, οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνως ἐπ’ αὐτὴν ἐχρῶντο· ἐπειδὴ δὲ προσμείξειαν, οἱ ἐπιβάται ἐς χεῖρας ἰόντες ἐπειρῶντο ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν.
そして、ある船が接近している間は、甲板上の者たちがその船に対して投槍や矢や石を惜しみなく浴びせかけ、船同士が接触すると、甲板兵たちは白兵戦に入り、互いの船に乗り移ろうと試みた。
§7.70.6ξυνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι, δύο τε περὶ μίαν καὶ ἔστιν ᾗ καὶ πλείους ναῦς κατ’ ἀνάγκην ξυνηρτῆσθαι, καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δ’ ἐπιβουλήν, μὴ καθ’ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν, περιεστάναι, καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν ξυμπιπτουσῶν ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ φθέγγοιντο παρέχειν.
また、至るところで場所が狭いために、ある箇所では他船に衝突し、別の箇所では自船が衝突されるという事態が生じ、また1隻の周囲に2隻、時にはそれ以上の船が余儀なく絡み合っていた。 舵手たちには、防衛と攻撃の任務が、個別にではなく四方八方から同時にのしかかり、さらに多数の船の衝突による凄まじい騒音は恐怖をもたらすとともに、号令手たちの叫ぶ声を聞き取りにくくさせた。
§7.70.7πολλὴ γὰρ δὴ ἡ παρακέλευσις καὶ βοὴ ἀφ’ ἑκατέρων τοῖς κελευσταῖς κατά τε τὴν τέχνην καὶ πρὸς τὴν αὐτίκα φιλονικίαν ἐγίγνετο, τοῖς μὲν Ἀθηναίοις βιάζεσθαί τε τὸν ἔκπλουν ἐπιβοῶντες καὶ περὶ τῆς ἐς τὴν πατρίδα σωτηρίας νῦν, εἴ ποτε καὶ αὖθις, προθύμως ἀντιλαβέσθαι, τοῖς δὲ Συρακοσίοις καὶ ξυμμάχοις καλὸν εἶναι κωλῦσαί τε αὐτοὺς διαφυγεῖν καὶ τὴν οἰκείαν ἑκάστους πατρίδα νικήσαντας ἐπαυξῆσαι.
実際、双方の号令手による、技術に基づき、また眼前の勝利への執念に満ちた励ましと叫び声は凄まじかった。 アテナイ側では、出口を強行突破せよと叫び、祖国への帰還のために今こそ、これまで以上に熱心に立ち向かえと呼びかけ、シラクサ人と同盟軍側では、敵の逃走を阻むこと、そして勝利して各自の祖国に栄誉をもたらすことは光栄なことだと叫んでいた。
§7.70.8καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατ’ ἀνάγκην πρύμναν κρουόμενον, ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆς οὐ δι’ ὀλίγου πόνου κεκτημένης θαλάσσης ἡγούμενοι ὑποχωροῦσιν, οἱ δὲ Συρακόσιοι εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν.
さらに、双方の将軍たちも、やむを得ない理由もないのに後退している者をどこかで見かけると、その三段櫂船指揮官の名を呼んで問い詰めた。 アテナイ側は、多大な労力を払って手に入れた海よりも、最も敵対的な地を今や自分たちのものとしてふさわしいと考えて退くのかと問い、シラクサ側は、アテナイ人が何としても逃れようと切望しているのをはっきりと知りながら、その逃げる者たちから自分たち自身が逃げ出すのかと問い質した。