§7.57.1τοσοίδε γὰρ ἑκάτεροι ἐπὶ Σικελίαν τε καὶ περὶ Σικελίας, τοῖς μὲν ξυγκτησόμενοι τὴν χώραν ἐλθόντες, τοῖς δὲ ξυνδιασώσοντες, ἐπὶ Συρακούσας ἐπολέμησαν, οὐ κατὰ δίκην τι μᾶλλον οὐδὲ κατὰ ξυγγένειαν μετ’ ἀλλήλων στάντες, ἀλλ’ ὡς ἑκάστοις τῆς ξυντυχίας ἢ κατὰ τὸ ξυμφέρον ἢ ἀνάγκῃ ἔσχεν.
これほど多くの人々が、それぞれシケリアに、あるいはシケリアをめぐって、一方の側は領土をともに獲得するために、他方の側はともに防衛するためにやって来て、シラクサに対して戦った。 彼らは、正義や血縁によって互いに味方したというよりは、それぞれの状況が利害や強制をどのようにもたらしたかに応じて、いずれかの側に立ったのである。
§7.57.2Ἀθηναῖοι μὲν αὐτοὶ Ἴωνες ἐπὶ Δωριᾶς Συρακοσίους ἑκόντες ἦλθον, καὶ αὐτοῖς τῇ αὐτῇ φωνῇ καὶ νομίμοις ἔτι χρώμενοι Λήμνιοι καὶ Ἴμβριοι καὶ Αἰγινῆται, οἳ τότε Αἴγιναν εἶχον, καὶ ἔτι Ἑστιαιῆς οἱ ἐν Εὐβοίᾳ Ἑστίαιαν οἰκοῦντες ἄποικοι ὄντες ξυνεστράτευσαν.
アテナイ人自身はイオニア人であり、みずから進んでドリス人であるシラクサ人に対して進軍した。 そして彼らと同じ言語と言い伝えられる習俗を今なお維持しているレムノス人、インブロス人、当時アイギナを占領していたアイギナ人、さらにエウボイアのヘスティアイアに居住しているヘスティアイア人たちが、入植者としてともに遠征した。
§7.57.3τῶν δ’ ἄλλων οἱ μὲν ὑπήκοοι,οἱ δ’ ἀπὸ ξυμμαχίας αὐτόνομοι, εἰσὶ δὲ καὶ οἳ μισθοφόροι ξυνεστράτευον.
その他の者のうち、ある者は服属する臣民であり、他の者は同盟関係に基づく自治国であり、また傭兵としてともに遠征した者たちもいた。
§7.57.4καὶ τῶν μὲν ὑπηκόων καὶ φόρου ὑποτελῶν Ἐρετριῆς καὶ Χαλκιδῆς καὶ Στυρῆς καὶ Καρύστιοι ἀπ’ Εὐβοίας ἦσαν, ἀπὸ δὲ νήσων Κεῖοι καὶ Ἄνδριοι καὶ Τήνιοι, ἐκ δ’ Ἰωνίας Μιλήσιοι καὶ Σάμιοι καὶ Χῖοι.
臣民で貢納の義務を負う者たちのうち、エウボイアからはエレトリア人、カルキス人、ステュラ人、カリュストス人がおり、諸島からはケオス人、アンドロス人、テノス人が、イオニアからはミレトス人、サモス人、キオス人がいた。
τούτων Χῖοι οὐχ ὑποτελεῖς ὄντες φόρου, ναῦς δὲ παρέχοντες αὐτόνομοι ξυνέσποντο.
これらのうちキオス人は貢納の義務を負わず、船を提供して自治を保ちつつ従った。
καὶ τὸ πλεῖστον Ἴωνες ὄντες οὗτοι πάντες καὶ ἀπ’ Ἀθηναίων πλὴν Καρυστίων (οὗτοι δ’ εἰσὶ Δρύοπες), ὑπήκοοι δ’ ὄντες καὶ ἀνάγκῃ ὅμως Ἴωνές γε ἐπὶ Δωριᾶς ἠκολούθουν.
彼らはカリュストス人(彼らはドライオプス人である)を除いてすべて大半がイオニア人であり、アテナイからの分流であったが、臣民として、そして強制されていたとはいえ、イオニア人としてドリス人に対して従軍したのである。
§7.57.5πρὸς δ’ αὐτοῖς Αἰολῆς, Μηθυμναῖοι μὲν ναυσὶ καὶ οὐ φόρῳ ὑπήκοοι, Τενέδιοι δὲ καὶ Αἴνιοι ὑποτελεῖς.
これらに加えて、アイオリス人のうち、メテュムナ人は船を提供し貢納は行わない臣民であり、テネドス人とアイノス人は貢納国であった。
οὗτοι δὲ Αἰολῆς Αἰολεῦσι τοῖς κτίσασι Βοιωτοῖς 〈τοῖς 〉 μετὰ Συρακοσίων κατ’ ἀνάγκην ἐμάχοντο, Πλαταιῆς δὲ καταντικρὺ Βοιωτοὶ Βοιωτοῖς μόνοι εἰκότως κατὰ τὸ ἔχθος.
これらのアイオリス人は、シラクサ人に味方している創設者であるボイオティアのアイオリス人と、強制されて戦うことになった。 一方、プラタイア人は、ボイオティア人に対して、ボイオティア人として唯一、敵意ゆえに対峙して戦うのが当然であった。
§7.57.6Ῥόδιοι δὲ καὶ Κυθήριοι Δωριῆς ἀμφότεροι, οἱ μὲν Λακεδαιμονίων ἄποικοι Κυθήριοι ἐπὶ Λακεδαιμονίους τοὺς ἅμα Γυλίππῳ μετ’ Ἀθηναίων ὅπλα ἔφερον, Ῥόδιοι δὲ Ἀργεῖοι γένος Συρακοσίοις μὲν Δωριεῦσι, Γελῴοις δὲ καὶ ἀποίκοις ἑαυτῶν οὖσι μετὰ Συρακοσίων στρατευομένοις ἠναγκάζοντο πολεμεῖν.
ロドス人とキュテラ人はともにドリス人であった。 ラケバイモン人の入植者であるキュテラ人は、アテナイ人とともに、ギュリッポスに伴うラケダイモン人に対して武器をとった。 ロドス人は血統としてはアルゴス人であり、ドリス人であるシラクサ人、そして自分たちの植民都市でありシラクサ人とともに従軍していたゲラ人に対して、戦うことを強制された。
§7.57.7τῶν τε περὶ Πελοπόννησον νησιωτῶν Κεφαλλῆνες μὲν καὶ Ζακύνθιοι αὐτόνομοι μέν, κατὰ δὲ τὸ νησιωτικὸν μᾶλλον κατειργόμενοι, ὅτι θαλάσσης ἐκράτουν οἱ Ἀθηναῖοι, ξυνείποντο·
ペロポネソス周辺の島嶼民のうち、ケファレニア人とザキュントス人は自治を保っていたが、アテナイ人が海を支配していたために、島嶼民としての地位ゆえに拘束されて従った。
Κερκυραῖοι δὲ οὐ μόνον Δωριῆς, ἀλλὰ καὶ Κορίνθιοι σαφῶς ἐπὶ Κορινθίους τε καὶ Συρακοσίους, τῶν μὲν ἄποικοι ὄντες, τῶν δὲ ξυγγενεῖς, ἀνάγκῃ μὲν ἐκ τοῦ εὐπρεποῦς, βουλήσει δὲ κατὰ ἔχθος τὸ Κορινθίων οὐχ ἧσσον εἵποντο.
ケルキュラ人はドリス人であるだけでなく、明らかにコリントス人であったが、コリントス人およびシラクサ人(前者の植民都市であり、後者の親族であった)に対して、もっともらしい大義名分による強制もあったが、それ以上にコリントス人への敵意から自発的に従った。
§7.57.8καὶ οἱ Μεσσήνιοι νῦν καλούμενοι ἐκ Ναυπάκτου καὶ ἐκ Πύλου τότε ὑπ’ Ἀθηναίων ἐχομένης ἐς τὸν πόλεμον παρελήφθησαν.
現在はメッセニア人と呼ばれている人々は、ナウパクトスから、また当時はアテナイ人に占領されていたピュロスから、この戦争に動員された。
καὶ ἔτι Μεγαρέων φυγάδες οὐ πολλοὶ Μεγαρεῦσι Σελινουντίοις οὖσι κατὰ ξυμφορὰν ἐμάχοντο.
さらに、メガラからの少数の亡命者たちが、不運にも、セリヌス人であるメガラ人と戦うことになった。
§7.57.9τῶν δὲ ἄλλων ἑκούσιος μᾶλλον ἡ στρατεία ἐγίγνετο ἤδη.
その他の者たちについては、すでに遠征はより自発的なものとなっていた。
Ἀργεῖοι μὲν γὰρ οὐ τῆς ξυμμαχίας ἕνεκα μᾶλλον ἢ τῆς Λακεδαιμονίων τε ἔχθρας καὶ τῆς παραυτίκα ἕκαστοι ἰδίας ὠφελίας Δωριῆς ἐπὶ Δωριᾶς μετὰ Ἀθηναίων Ἰώνων ἠκολούθουν, Μαντινῆς δὲ καὶ ἄλλοι Ἀρκάδων μισθοφόροι ἐπὶ τοὺς αἰεὶ πολεμίους σφίσιν ἀποδεικνυμένους ἰέναι εἰωθότες καὶ τότε τοὺς μετὰ Κορινθίων ἐλθόντας Ἀρκάδας οὐδὲν ἧσσον διὰ κέρδος ἡγούμενοι πολεμίους, Κρῆτες δὲ καὶ Αἰτωλοὶ μισθῷ καὶ οὗτοι πεισθέντες·
アルゴス人は同盟関係のためというよりは、ラケバイモン人への敵意と、個々の目先の個人的な利益のために、イオニア人であるアテナイ人とともに、ドリス人に対してドリス人でありながら従った。 マンティネイア人とその他のアルカディアの傭兵たちは、常に敵と指名された者たちに向かうことに慣れており、その時もコリントス人とともに来ていたアルカディア人を、利益のために敵とみなして戦った。 クレタ人とアイトリア人もまた、報酬によって説得されて従った。
ξυνέβη δὲ τοῖς Κρησὶ τὴν Γέλαν Ῥοδίοις ξυγκτίσαντας μὴ ξὺν τοῖς ἀποίκοις, ἀλλ’ ἐπὶ τοὺς ἀποίκους ἑκόντας μετὰ μισθοῦ ἐλθεῖν.
クレタ人の場合、ロドス人とともにゲラを共同建設したにもかかわらず、入植者たちとともにではなく、むしろ植民都市の人々に対して、報酬を得てみずから進んで進軍することになった。
§7.57.10καὶ Ἀκαρνάνων τινὲς ἅμα μὲν κέρδει, τὸ δὲ πλέον Δημοσθένους φιλίᾳ καὶ Ἀθηναίων εὐνοίᾳ ξύμμαχοι ὄντες ἐπεκούρησαν.
アカルナニア人の一部は、利益のためでもあったが、それ以上にデモステネスとの友情とアテナイ人への好意から、同盟軍として支援した。
§7.57.11καὶ οἵδε μὲν τῷ Ἰονίῳ κόλπῳ ὁριζόμενοι·
これらはイオニア湾によって画される地域の人々である。
Ἰταλιωτῶν δὲ Θούριοι καὶ Μεταπόντιοι ἐν τοιαύταις ἀνάγκαις τότε στασιωτικῶν καιρῶν κατειλημμένοι ξυνεστράτευον, καὶ Σικελιωτῶν Νάξιοι καὶ Καταναῖοι, βαρβάρων δὲ Ἐγεσταῖοί τε, οἵπερ ἐπηγάγοντο, καὶ Σικελῶν τὸ πλέον, καὶ τῶν ἔξω Σικελίας Τυρσηνῶν τέ τινες κατὰ διαφορὰν Συρακοσίων καὶ Ἰάπυγες μισθοφόροι.
イタリアからは、トゥリオイ人とメタポンティオン人が、当時党派争いの危機の強制下にあってともに遠征した。 シケリアからはナクソス人とカタネ人が、異民族からは遠征を招いたエゲスタ人と、シケロス人の大半が、シケリア外部からはトゥルセニア人の一部がシラクサ人との敵対関係から、またイアピュクス人の傭兵が加わった。
τοσάδε μὲν μετὰ Ἀθηναίων ἔθνη ἐστράτευον.
これほど多くの民族がアテナイ人とともに遠征したのである。