§7.56.1οἱ δὲ Συρακόσιοι τόν τε λιμένα εὐθὺς παρέπλεον ἀδεῶς καὶ τὸ στόμα αὐτοῦ διενοοῦντο κλῄσειν, ὅπως μηκέτι, μηδ’ εἰ βούλοιντο, λάθοιεν αὐτοὺς οἱ Ἀθηναῖοι ἐκπλεύσαντες.
シラクサ人たちは、すぐに恐れることなく港を航行し、その入り口を封鎖しようと企てた。 それは、アテナイ人が、たとえ望んだとしても、もはや自分たちに気づかれずに出航することがないようにするためであった。
§7.56.2οὐ γὰρ περὶ τοῦ αὐτοὶ σωθῆναι μόνον ἔτι τὴν ἐπιμέλειαν ἐποιοῦντο, ἀλλὰ καὶ ὅπως ἐκείνους κωλύσουσι, νομίζοντες ὅπερ ἦν, ἀπό τε τῶν παρόντων πολὺ σφῶν καθυπέρτερα τὰ πράγματα εἶναι καί, εἰ δύναιντο κρατῆσαι Ἀθηναίων τε καὶ τῶν ξυμμάχων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλὸν σφίσιν ἐς τοὺς Ἕλληνας τὸ ἀγώνισμα φανεῖσθαι·
というのも、彼らはもはや自分たちが生き残ることだけを気にかけていたのではなく、敵の脱出を阻止することをも配慮していたからである。 彼らは、実際その通りであったのだが、現在の状況から自分たちの形勢がはるかに優位にあり、もし陸上でも海上でもアテナイ人とその同盟軍に打ち勝つことができるならば、ギリシア人たちの間で自分たちの闘いは偉大なものとみなされるだろうと考えていた。
τούς τε γὰρ ἄλλους Ἕλληνας εὐθὺς τοὺς μὲν ἐλευθεροῦσθαι, τοὺς δὲ φόβου ἀπολύεσθαι (οὐ γὰρ ἔτι δυνατὴν ἔσεσθαι τὴν ὑπόλοιπον Ἀθηναίων δύναμιν τὸν ὕστερον ἐπενεχθησόμενον πόλεμον ἐνεγκεῖν), καὶ αὐτοὶ δόξαντες αὐτῶν αἴτιοι εἶναι ὑπό τε τῶν ἄλλων ἀνθρώπων καὶ ὑπὸ τῶν ἔπειτα πολὺ θαυμασθήσεσθαι.
すなわち、他のギリシア人のうち、ある者は直ちに解放され、他の者は恐怖から解放されるだろうし(というのも、アテナイの残存勢力は、後にもたらされるであろう戦争に耐えることはもはや不可能だからである)、自分たち自身もそれらの原因であるとみなされて、現在の、そして後世の人々から大いに称賛されるだろうと考えたからである。
§7.56.3καὶ ἦν δὲ ἄξιος ὁ ἀγὼν κατά τε ταῦτα καὶ ὅτι οὐχὶ Ἀθηναίων μόνον περιεγίγνοντο, ἀλλὰ καὶ τῶν ἄλλων πολλῶν ξυμμάχων, καὶ οὐδ’ αὐτοὶ αὖ μόνον, ἀλλὰ καὶ μετὰ τῶν ξυμβοηθησάντων σφίσιν, ἡγεμόνες τε γενόμενοι μετὰ Κορινθίων καὶ Λακεδαιμονίων καὶ τὴν σφετέραν πόλιν ἐμπαρασχόντες προκινδυνεῦσαί τε καὶ τοῦ ναυτικοῦ μέγα μέρος προκόψαντες.
そしてこの闘いは、これらの点においても、また彼らがアテナイ人だけでなくその多くの同盟軍にも勝利しようとしていたこと、そして自分たちだけでもなく、救援に駆けつけてくれた同盟軍とともに勝利しようとしていたことによっても、偉大な価値を持つものであった。 彼らはコリントス人やラケダイモン人とともに指導者となり、自分たちの都市を危険の最前線に提供し、海戦の勝利に多大な貢献を果たしたのである。
§7.56.4ἔθνη γὰρ πλεῖστα δὴ ἐπὶ μίαν πόλιν ταύτην ξυνῆλθε, πλήν γε δὴ τοῦ ξύμπαντος λόγου τοῦ ἐν τῷδε τῷ πολέμῳ πρὸς τὴν Ἀθηναίων τε πόλιν καὶ Λακεδαιμονίων.
なぜなら、この戦争全体におけるアテナイとラケダイモンの両都市間の総力戦を例外とすれば、実にきわめて多くの民族が、この一都市をめぐって集結したからである。