Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.57.1-7.57.11

加入雅典方西西里远征的盟军名录

第 778 段,共 917 段 · 希腊语

内容简介

详细列出加入雅典方西西里远征的各种盟友、臣属和雇佣兵,并解释了他们的族群背景以及迫于无奈、利益或宿怨等不同的参战动机。

§7.57.1τοσοίδε γὰρ ἑκάτεροι ἐπὶ Σικελίαν τε καὶ περὶ Σικελίας, τοῖς μὲν ξυγκτησόμενοι τὴν χώραν ἐλθόντες, τοῖς δὲ ξυνδιασώσοντες, ἐπὶ Συρακούσας ἐπολέμησαν, οὐ κατὰ δίκην τι μᾶλλον οὐδὲ κατὰ ξυγγένειαν μετ’ ἀλλήλων στάντες, ἀλλ’ ὡς ἑκάστοις τῆς ξυντυχίας ἢ κατὰ τὸ ξυμφέρον ἢ ἀνάγκῃ ἔσχεν.
双方のこれほど多くの人々が、西西里或为了西西里而战,他们来到叙拉古——一方是为了共同夺取这片土地,另一方则是为了共同保卫它。 他们站在各自的立场上,与其说是出于正义或亲缘关系,不如说是根据各自的具体情况,或为了利益,或出于被迫。
§7.57.2Ἀθηναῖοι μὲν αὐτοὶ Ἴωνες ἐπὶ Δωριᾶς Συρακοσίους ἑκόντες ἦλθον, καὶ αὐτοῖς τῇ αὐτῇ φωνῇ καὶ νομίμοις ἔτι χρώμενοι Λήμνιοι καὶ Ἴμβριοι καὶ Αἰγινῆται, οἳ τότε Αἴγιναν εἶχον, καὶ ἔτι Ἑστιαιῆς οἱ ἐν Εὐβοίᾳ Ἑστίαιαν οἰκοῦντες ἄποικοι ὄντες ξυνεστράτευσαν.
雅典人自己是伊奥尼亚人,他们自愿去攻打多利安人的叙拉古;与他们一同参战的还有雷姆诺斯人、因布罗斯人以及当时占领埃伊纳的埃伊纳人,还有居住在优波亚赫斯提亚亚的赫斯提亚亚人,他们作为殖民者,仍使用相同的语言和习俗。
§7.57.3τῶν δ’ ἄλλων οἱ μὲν ὑπήκοοι,οἱ δ’ ἀπὸ ξυμμαχίας αὐτόνομοι, εἰσὶ δὲ καὶ οἳ μισθοφόροι ξυνεστράτευον.
其余的人中,有些是臣属,有些是基于盟友关系的自治国家,也有一些是作为雇佣兵协同出征的。
§7.57.4καὶ τῶν μὲν ὑπηκόων καὶ φόρου ὑποτελῶν Ἐρετριῆς καὶ Χαλκιδῆς καὶ Στυρῆς καὶ Καρύστιοι ἀπ’ Εὐβοίας ἦσαν, ἀπὸ δὲ νήσων Κεῖοι καὶ Ἄνδριοι καὶ Τήνιοι, ἐκ δ’ Ἰωνίας Μιλήσιοι καὶ Σάμιοι καὶ Χῖοι.
在臣属并纳贡的盟友中,来自优波亚的有埃雷特里亚人、卡尔基斯人、斯图拉人、卡律斯托斯人;来自岛屿的有凯奥斯人、安德罗斯人、特诺斯人;来自伊奥尼亚的有米利都人、萨摩斯人和希俄斯人。
τούτων Χῖοι οὐχ ὑποτελεῖς ὄντες φόρου, ναῦς δὲ παρέχοντες αὐτόνομοι ξυνέσποντο.
在这些人中,希俄斯人不纳贡,而是提供船只,作为自治盟友随行。
καὶ τὸ πλεῖστον Ἴωνες ὄντες οὗτοι πάντες καὶ ἀπ’ Ἀθηναίων πλὴν Καρυστίων (οὗτοι δ’ εἰσὶ Δρύοπες), ὑπήκοοι δ’ ὄντες καὶ ἀνάγκῃ ὅμως Ἴωνές γε ἐπὶ Δωριᾶς ἠκολούθουν.
除了卡律斯托斯人(他们是德律奥佩斯人)之外,这些绝大多数都是伊奥尼亚人,且是雅典人的后裔;尽管他们是臣属且迫于无奈,但作为伊奥尼亚人,他们仍然跟随去攻打多利安人。
§7.57.5πρὸς δ’ αὐτοῖς Αἰολῆς, Μηθυμναῖοι μὲν ναυσὶ καὶ οὐ φόρῳ ὑπήκοοι, Τενέδιοι δὲ καὶ Αἴνιοι ὑποτελεῖς.
除此之外还有埃奥利斯人:美索姆尼亚人是提供船只而不纳贡的臣属,特内多斯人和埃诺斯人则是纳贡者。
οὗτοι δὲ Αἰολῆς Αἰολεῦσι τοῖς κτίσασι Βοιωτοῖς 〈τοῖς 〉 μετὰ Συρακοσίων κατ’ ἀνάγκην ἐμάχοντο, Πλαταιῆς δὲ καταντικρὺ Βοιωτοὶ Βοιωτοῖς μόνοι εἰκότως κατὰ τὸ ἔχθος.
这些埃奥利斯人被迫与同为埃奥利斯人的建立者——与叙拉古人站在一起的波奥蒂亚人作战。 而普拉提亚人作为波奥蒂亚人,则是唯一出于宿怨而理所当然地与波奥蒂亚人对立作战的。
§7.57.6Ῥόδιοι δὲ καὶ Κυθήριοι Δωριῆς ἀμφότεροι, οἱ μὲν Λακεδαιμονίων ἄποικοι Κυθήριοι ἐπὶ Λακεδαιμονίους τοὺς ἅμα Γυλίππῳ μετ’ Ἀθηναίων ὅπλα ἔφερον, Ῥόδιοι δὲ Ἀργεῖοι γένος Συρακοσίοις μὲν Δωριεῦσι, Γελῴοις δὲ καὶ ἀποίκοις ἑαυτῶν οὖσι μετὰ Συρακοσίων στρατευομένοις ἠναγκάζοντο πολεμεῖν.
罗得斯人和库塞拉人都是多利安人。 库塞拉人是拉刻代蒙人的殖民者,他们与雅典人一起,拿起武器对抗与吉利普斯在一起的拉刻代蒙人;而罗得斯人按族源是阿哥斯人,却被迫与多利安人的叙拉古人以及他们自己的殖民城市、与叙拉古人一同出征的盖拉人作战。
§7.57.7τῶν τε περὶ Πελοπόννησον νησιωτῶν Κεφαλλῆνες μὲν καὶ Ζακύνθιοι αὐτόνομοι μέν, κατὰ δὲ τὸ νησιωτικὸν μᾶλλον κατειργόμενοι, ὅτι θαλάσσης ἐκράτουν οἱ Ἀθηναῖοι, ξυνείποντο·
在伯罗奔尼撒周边的岛屿居民中,凯法洛尼亚人和扎金索斯人虽是自治的,但由于雅典人控制着海洋,他们更多地受制于自己的岛民身份而随行。
Κερκυραῖοι δὲ οὐ μόνον Δωριῆς, ἀλλὰ καὶ Κορίνθιοι σαφῶς ἐπὶ Κορινθίους τε καὶ Συρακοσίους, τῶν μὲν ἄποικοι ὄντες, τῶν δὲ ξυγγενεῖς, ἀνάγκῃ μὲν ἐκ τοῦ εὐπρεποῦς, βουλήσει δὲ κατὰ ἔχθος τὸ Κορινθίων οὐχ ἧσσον εἵποντο.
克基拉人不仅是多利安人,而且显然是科林斯人,但他们却去攻打科林斯人和叙拉古人——他们是前者的殖民者,后者的血亲——虽然名义上是迫于无奈,但实际上出于对科林斯人的宿怨,他们同样乐于随行。
§7.57.8καὶ οἱ Μεσσήνιοι νῦν καλούμενοι ἐκ Ναυπάκτου καὶ ἐκ Πύλου τότε ὑπ’ Ἀθηναίων ἐχομένης ἐς τὸν πόλεμον παρελήφθησαν.
那些现在被称为麦塞尼亚人的人,是从纳乌帕克托斯以及当时由雅典人占领的皮洛斯被动员加入这场战争的。
καὶ ἔτι Μεγαρέων φυγάδες οὐ πολλοὶ Μεγαρεῦσι Σελινουντίοις οὖσι κατὰ ξυμφορὰν ἐμάχοντο.
此外,少数来自麦加拉的流亡者,不幸地与身为塞利努斯人的麦加拉人交战。
§7.57.9τῶν δὲ ἄλλων ἑκούσιος μᾶλλον ἡ στρατεία ἐγίγνετο ἤδη.
至于其余的人,出征在此时已经更加具有自愿的性质。
Ἀργεῖοι μὲν γὰρ οὐ τῆς ξυμμαχίας ἕνεκα μᾶλλον ἢ τῆς Λακεδαιμονίων τε ἔχθρας καὶ τῆς παραυτίκα ἕκαστοι ἰδίας ὠφελίας Δωριῆς ἐπὶ Δωριᾶς μετὰ Ἀθηναίων Ἰώνων ἠκολούθουν, Μαντινῆς δὲ καὶ ἄλλοι Ἀρκάδων μισθοφόροι ἐπὶ τοὺς αἰεὶ πολεμίους σφίσιν ἀποδεικνυμένους ἰέναι εἰωθότες καὶ τότε τοὺς μετὰ Κορινθίων ἐλθόντας Ἀρκάδας οὐδὲν ἧσσον διὰ κέρδος ἡγούμενοι πολεμίους, Κρῆτες δὲ καὶ Αἰτωλοὶ μισθῷ καὶ οὗτοι πεισθέντες·
阿哥斯人与其说是为了盟约,不如说是出于对拉刻代蒙人的仇恨以及各自眼前的私利,以多利安人的身份跟随伊奥尼亚的雅典人去攻打多利安人;曼提尼亚人和其他阿卡迪亚雇佣兵习惯于攻击任何被指明为他们敌人的人,此时他们同样为了利益,将随科林斯人而来的阿卡迪亚人视为敌人;克里特人和埃托利亚人也是因报酬而被打动。
ξυνέβη δὲ τοῖς Κρησὶ τὴν Γέλαν Ῥοδίοις ξυγκτίσαντας μὴ ξὺν τοῖς ἀποίκοις, ἀλλ’ ἐπὶ τοὺς ἀποίκους ἑκόντας μετὰ μισθοῦ ἐλθεῖν.
对克里特人来说,情况恰好是,他们曾与罗得斯人共同创建盖拉,但他们这次没有站在自己的殖民者一边,反而为了报酬自愿前去攻打这些殖民城市的人。
§7.57.10καὶ Ἀκαρνάνων τινὲς ἅμα μὲν κέρδει, τὸ δὲ πλέον Δημοσθένους φιλίᾳ καὶ Ἀθηναίων εὐνοίᾳ ξύμμαχοι ὄντες ἐπεκούρησαν.
一部分阿卡纳尼亚人作为盟友前来协助,一方面是为了利益,但更多的是出于与德摩斯梯尼的友谊以及对雅典人的好感。
§7.57.11καὶ οἵδε μὲν τῷ Ἰονίῳ κόλπῳ ὁριζόμενοι·
这些便是由伊奥尼亚湾(亚得里亚海)所界定地区的人。
Ἰταλιωτῶν δὲ Θούριοι καὶ Μεταπόντιοι ἐν τοιαύταις ἀνάγκαις τότε στασιωτικῶν καιρῶν κατειλημμένοι ξυνεστράτευον, καὶ Σικελιωτῶν Νάξιοι καὶ Καταναῖοι, βαρβάρων δὲ Ἐγεσταῖοί τε, οἵπερ ἐπηγάγοντο, καὶ Σικελῶν τὸ πλέον, καὶ τῶν ἔξω Σικελίας Τυρσηνῶν τέ τινες κατὰ διαφορὰν Συρακοσίων καὶ Ἰάπυγες μισθοφόροι.
来自意大利的有苏里伊人和梅塔蓬提翁人,他们当时在党争危机的被迫下共同出征;来自西西里的有纳克索斯人和卡塔奈人;蛮族中有引雅典人前来的埃格斯塔人,以及大部分西塞尔人;在西西里之外,有一些由于同叙拉古人有分歧而来的蒂勒尼亚人,以及伊阿皮亚雇佣兵。
τοσάδε μὲν μετὰ Ἀθηναίων ἔθνη ἐστράτευον.
共有这么多的族群与雅典人一同出征。

词汇与语法注释

  1. 7.57.1τοῖς μὲν ξυγκτησόμενοι τὴν χώραν ἐλθόντες, τοῖς δὲ ξυνδιασώσοντες — 与格 τοῖς μὲν ... τοῖς δὲ 分别指雅典人一方和叙拉古人一方。将来分词 ξυγκτησόμενοι(为了共同夺取)与 ξυνδιασώσοντες(为了共同保卫)表示目的,分别修饰两方。
  2. 7.57.1ὡς ἑκάστοις τῆς ξυντυχίας ἢ κατὰ τὸ ξυμφέρον ἢ ἀνάγκῃ ἔσχεν — 句式 ὡς ἑκάστοις τῆς ξυντυχίας ... ἔσχεν 中,不及物动词 ἔχω 结合属格(τῆς ξυντυχίας)表示“处于……的状态”,加上利益与格 ἑκάστοις,意为“正如每个人的具体情况(或出于利益,或出于被迫)所呈现的那样”。
  3. 7.57.5Αἰολεῦσι τοῖς κτίσασι Βοιωτοῖς 〈τοῖς 〉 μετὰ Συρακοσίων — 短语 Αἰολεῦσι τοῖς κτίσασι Βοιωτοῖς 呈同格关系。它描述了雅典一方的埃奥利斯人(如特内多斯人)被迫与作为其母邦建立者、且当时与叙拉古结盟的波奥蒂亚人(波奥蒂亚人被视为埃奥利斯裔)作战的复杂局面。
  4. 7.57.7κατὰ δὲ τὸ νησιωτικὸν μᾶλλον κατειργόμενοι — 短语 κατὰ τὸ νησιωτικὸν(由于岛民的性质/处境)解释了他们被迫(κατειργόμενοι)的原因;因为雅典人控制了海洋,他们作为岛国的地理劣势使他们别无选择,只能跟随。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.57.1-7.57.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.57.1-7.57.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。