Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.56.1-7.56.4

叙拉古人封锁港口的企图与会战的意义

第 777 段,共 917 段 · 希腊语

内容简介

叙拉古人试图封锁港口以阻止雅典人逃跑,将这场战斗视为解放全希腊和赢得自身声誉的决定性契机。同时,文中强调了这场围绕叙拉古、有众多城邦参与的冲突的历史重要性。

§7.56.1οἱ δὲ Συρακόσιοι τόν τε λιμένα εὐθὺς παρέπλεον ἀδεῶς καὶ τὸ στόμα αὐτοῦ διενοοῦντο κλῄσειν, ὅπως μηκέτι, μηδ’ εἰ βούλοιντο, λάθοιεν αὐτοὺς οἱ Ἀθηναῖοι ἐκπλεύσαντες.
叙拉古人随即毫无畏惧地在港内航行,并企图封锁港口,以便雅典人即使想走,也再无法在不被察觉的情况下航行出港。
§7.56.2οὐ γὰρ περὶ τοῦ αὐτοὶ σωθῆναι μόνον ἔτι τὴν ἐπιμέλειαν ἐποιοῦντο, ἀλλὰ καὶ ὅπως ἐκείνους κωλύσουσι, νομίζοντες ὅπερ ἦν, ἀπό τε τῶν παρόντων πολὺ σφῶν καθυπέρτερα τὰ πράγματα εἶναι καί, εἰ δύναιντο κρατῆσαι Ἀθηναίων τε καὶ τῶν ξυμμάχων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, καλὸν σφίσιν ἐς τοὺς Ἕλληνας τὸ ἀγώνισμα φανεῖσθαι·
因为他们现在不仅在考虑自身的生存,还在考虑如何阻击对方;他们认为——事实也确实如此——从目前的形势来看,他们已处于极大的优势,而且如果他们能在陆地和海上击败雅典人及其盟友,他们的这一壮举在希腊人看来将是无比辉煌的。
τούς τε γὰρ ἄλλους Ἕλληνας εὐθὺς τοὺς μὲν ἐλευθεροῦσθαι, τοὺς δὲ φόβου ἀπολύεσθαι (οὐ γὰρ ἔτι δυνατὴν ἔσεσθαι τὴν ὑπόλοιπον Ἀθηναίων δύναμιν τὸν ὕστερον ἐπενεχθησόμενον πόλεμον ἐνεγκεῖν), καὶ αὐτοὶ δόξαντες αὐτῶν αἴτιοι εἶναι ὑπό τε τῶν ἄλλων ἀνθρώπων καὶ ὑπὸ τῶν ἔπειτα πολὺ θαυμασθήσεσθαι.
因为他们想到,其他希腊人中,一部分人将立即获得解放,另一部分人则将摆脱恐惧(因为雅典人剩余的力量将无法承受以后可能发生的战争),而他们自己作为这一切的促成者,将受到同时代及后世人们的极大赞美。
§7.56.3καὶ ἦν δὲ ἄξιος ὁ ἀγὼν κατά τε ταῦτα καὶ ὅτι οὐχὶ Ἀθηναίων μόνον περιεγίγνοντο, ἀλλὰ καὶ τῶν ἄλλων πολλῶν ξυμμάχων, καὶ οὐδ’ αὐτοὶ αὖ μόνον, ἀλλὰ καὶ μετὰ τῶν ξυμβοηθησάντων σφίσιν, ἡγεμόνες τε γενόμενοι μετὰ Κορινθίων καὶ Λακεδαιμονίων καὶ τὴν σφετέραν πόλιν ἐμπαρασχόντες προκινδυνεῦσαί τε καὶ τοῦ ναυτικοῦ μέγα μέρος προκόψαντες.
这场斗争之所以伟大,不仅是因为上述原因,还因为他们不仅战胜了雅典人,也战胜了其众多盟友,而且他们不仅依靠自己,还依靠了那些前来援助他们的盟军,他们与科林斯人和拉刻代蒙人共同成为领导者,并将自己的城市置于危险的最前线,为海军的胜利做出了巨大贡献。
§7.56.4ἔθνη γὰρ πλεῖστα δὴ ἐπὶ μίαν πόλιν ταύτην ξυνῆλθε, πλήν γε δὴ τοῦ ξύμπαντος λόγου τοῦ ἐν τῷδε τῷ πολέμῳ πρὸς τὴν Ἀθηναίων τε πόλιν καὶ Λακεδαιμονίων.
因为除了在这场战争中针对雅典和拉刻代蒙两城邦的全部总动员之外,确实有极多数量的族群聚集起来,针对这一座城市进行对抗。

词汇与语法注释

  1. 7.56.1λάθοιεν αὐτοὺς οἱ Ἀθηναῖοι ἐκπλεύσαντες — 动词 λανθάνω 与分词 ἐκπλεύσαντες 结合,构成“在不被察觉的情况下做某事”的惯用句式。在由 ὅπως 引导的目的从句中,使用希求法(λάθοιεν)以配合主句的未完成过去时动词(διενοοῦντο)。
  2. 7.56.2νομίζοντες ὅπερ ἦν, ἀπό τε τῶν παρόντων πολὺ σφῶν καθυπέρτερα τὰ πράγματα εἶναι — 这是由原因分词 νομίζοντες 引导的间接引语(带冠词的不定式结构)的开始。τὰ πράγματα εἶναι 为主要结构,比较级形容词 καθυπέρτερα 作表语。σφῶν 是比较属格,指代叙拉古人自身。插入语 ὅπερ ἦν 表示对客观事实的确认(“事实也确实如此”)。
  3. 7.56.2τούς τε γὰρ ἄλλους Ἕλληνας εὐθὺς τοὺς μὲν ἐλευθεροῦσθαι, τοὺς δὲ φόβου ἀπολύεσθαι — 这是依赖于 νομίζοντες 的间接引语的延续。此处采用了“整体与部分同格”的句式:总体的宾格 τοὺς ἄλλους Ἕλληνας 被细分为 τοὺς μέν 和 τοὺς δέ,分别作为现在时不定式(被动/中动)ἐλευθεροῦσθαι 和 ἀπολύεσθαι 的主语。
  4. 7.56.3καὶ τὴν σφετέραν πόλιν ἐμπαρασχόντες προκινδυνεῦσαί τε καὶ τοῦ ναυτικοῦ μέγα μέρος προκόψαντες — 不定式 προκινδυνεῦσαι 依赖于分词 ἐμπαρασχόντες(“提供”),表示目的或结果(“使……置于危险最前线”)。在接下来的分词短语中,来自 προκόπτω(推进、做贡献)的分词 προκόψαντες 支配属格 τοῦ ναυτικοῦ,表示他们对海军力量的提升(或海战胜利)做出了巨大贡献。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.56.1-7.56.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.56.1-7.56.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。