§7.50.1ὁ δὲ Γύλιππος καὶ ὁ Σικανὸς ἐν τούτῳ παρῆσαν ἐς τὰς Συρακούσας, ὁ μὲν Σικανὸς ἁμαρτὼν τοῦ Ἀκράγαντος (ἐν Γέλᾳ γὰρ ὄντος αὐτοῦ ἔτι ἡ τοῖς Συρακοσίοις στάσις [ἐς ] φιλία ἐξεπεπτώκει)·
一方でギュリッポスとシカノスはその間にシラクサに到着した。 シカノスはアクラガスの獲得に失敗しての到着であった(というのも、彼がまだゲラにいる間に、シラクサ人にとって好都合な方向へ党争が決着してしまっていたからである)。
ὁ δὲ Γύλιππος ἄλλην τε στρατιὰν πολλὴν ἔχων ἦλθεν ἀπὸ τῆς Σικελίας καὶ τοὺς ἐκ τῆς Πελοποννήσου τοῦ ἦρος ἐν ταῖς ὁλκάσιν ὁπλίτας ἀποσταλέντας, ἀφικομένους ἀπὸ τῆς Λιβύης ἐς Σελινοῦντα.
またギュリッポスは、シケリア各地から集めた他の多くの軍勢と、春に輸送船でペロポネソスから派遣され、リビアからセリヌスに到着した重装歩兵たちを率いてやって来た。
§7.50.2ἀπενεχθέντες γὰρ ἐς Λιβύην, καὶ δόντων Κυρηναίων τριήρεις δύο καὶ τοῦ πλοῦ ἡγεμόνας, καὶ ἐν τῷ παράπλῳ Εὐεσπερίταις πολιορκουμένοις ὑπὸ Λιβύων ξυμμαχήσαντες καὶ νικήσαντες τοὺς Λίβυς, καὶ αὐτόθεν παραπλεύσαντες ἐς Νέαν πόλιν Καρχηδονιακὸν ἐμπόριον, ὅθενπερ Σικελία ἐλάχιστον δυοῖν ἡμερῶν καὶ νυκτὸς πλοῦν ἀπέχει, καὶ ἀπ’ αὐτοῦ περαιωθέντες ἀφίκοντο ἐς Σελινοῦντα.
というのも、彼らはリビアに流されたものの、キュレネ人が二隻の三段櫂船と航海の案内人を提供し、航海の途上でリビア人に包囲されていたエウエスペリタイと同盟して彼らを破り、そこから沿岸を航行してカルタゴの商業都市ネアポリス(そこからシケリアまでは最短で二日一晩の航程である)に至り、そこから海を渡ってセリヌスに到着したからである。
§7.50.3καὶ οἱ μὲν Συρακόσιοι εὐθὺς αὐτῶν ἐλθόντων παρεσκευάζοντο ὡς ἐπιθησόμενοι κατ᾽ ἀμφότερα αὖθις τοῖς Ἀθηναίοις καὶ ναυσὶ καὶ πεζῷ·
シラクサ人は彼らが到着するとすぐに、再び海陸両面からアテナイ人に攻撃を仕掛けるべく準備を整えた。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ὁρῶντες στρατιάν τε ἄλλην προσγεγενημένην αὐτοῖς καὶ τὰ ἑαυτῶν ἅμα οὐκ ἐπὶ τὸ βέλτιον χωροῦντα, ἀλλὰ καθ’ ἡμέραν τοῖς πᾶσι χαλεπώτερον ἴσχοντα, μάλιστα δὲ τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων πιεζόμενα, μετεμέλοντό τε πρότερον οὐκ ἀναστάντες καὶ ὡς αὐτοῖς οὐδὲ ὁ Νικίας ἔτι ὁμοίως ἐνηντιοῦτο, ἀλλ’ ἢ μὴ φανερῶς γε ἀξιῶν ψηφίζεσθαι, προεῖπον ὡς ἐδύναντο ἀδηλότατα ἔκπλουν ἐκ τοῦ στρατοπέδου πᾶσι, καὶ παρασκευάσασθαι ὅταν τις σημήνῃ.
一方アテナイの将軍たちは、敵に新たな軍勢が加わったこと、同時に自分たちの状況が改善に向かうどころか、日ごとにあらゆる点でより困難になり、とりわけ兵士たちの病気に苦しめられているのを見て、以前に撤退しなかったことを後悔した。 そして、ニキアスもはや以前ほどには彼らに反対せず、ただ公然と決議にかけることだけは望まないでいたので、全員に対してキャンプからの出航をできる限り秘密裏に予告し、合図があったら準備を整えるように命じた。
§7.50.4καὶ μελλόντων αὐτῶν, ἐπειδὴ ἑτοῖμα ἦν, ἀποπλεῖν ἡ σελήνη ἐκλείπει·
そして彼らが、準備が整ったので出航しようとしたとき、月食が起こった。
ἐτύγχανε γὰρ πασσέληνος οὖσα.
たまたま満月だったのである。
καὶ οἱ Ἀθηναῖοι οἵ τε πλείους ἐπισχεῖν ἐκέλευον τοὺς στρατηγοὺς ἐνθύμιον ποιούμενοι, καὶ ὁ Νικίας (ἦν γάρ τι καὶ ἄγαν θειασμῷ τε καὶ τῷ τοιούτῳ προσκείμενος) οὐδ’ ἂν διαβουλεύσασθαι ἔτι ἔφη πρίν, ὡς οἱ μάντεις ἐξηγοῦντο, τρὶς ἐννέα ἡμέρας μεῖναι, ὅπως ἂν πρότερον κινηθείη.
アテナイ人の多くは、これを不吉な前兆と受け止めて出発を待つよう将軍たちに要求し、ニキアスも(というのも、彼はある程度極端に神託占いやその類いのものに傾倒していたからである)、預言者たちが解釈したように、三かける九日(二十七日間)留まるまでは、それ以前に出発することについては、もはや議論さえしないと言い張った。
καὶ τοῖς μὲν Ἀθηναίοις μελλήσασι διὰ τοῦτο ἡ μονὴ ἐγεγένητο.
こうして、出発を目前に控えていたアテナイ人にとって、このことが原因で逗留が引き延ばされることになった。