Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.50.1-7.50.4

叙拉古增援抵达与因月食推迟的雅典撤军

第 771 段,共 917 段 · 希腊语

内容简介

吉利普斯等人率领来自西西里和伯罗奔尼撒的增援部队返回叙拉古,促使雅典将军们准备秘密撤军;然而在出发前夕发生月食,尼基阿斯坚持听从占卜者的解释,要求推迟二十七天再行动,导致撤军延期。

§7.50.1ὁ δὲ Γύλιππος καὶ ὁ Σικανὸς ἐν τούτῳ παρῆσαν ἐς τὰς Συρακούσας, ὁ μὲν Σικανὸς ἁμαρτὼν τοῦ Ἀκράγαντος (ἐν Γέλᾳ γὰρ ὄντος αὐτοῦ ἔτι ἡ τοῖς Συρακοσίοις στάσις [ἐς ] φιλία ἐξεπεπτώκει)· ὁ δὲ Γύλιππος ἄλλην τε στρατιὰν πολλὴν ἔχων ἦλθεν ἀπὸ τῆς Σικελίας καὶ τοὺς ἐκ τῆς Πελοποννήσου τοῦ ἦρος ἐν ταῖς ὁλκάσιν ὁπλίτας ἀποσταλέντας, ἀφικομένους ἀπὸ τῆς Λιβύης ἐς Σελινοῦντα.
与此同时,吉利普斯和西卡努斯回到了叙拉古。 西卡努斯未能夺取阿克拉加斯(因为当他还在杰拉时,那里的党争已经平息,转为对叙拉古人有利的友好状态);而吉利普斯不仅从西西里各地带回了许多其他军队,还带回了春季乘商船从伯罗奔尼撒发出、经由利比亚抵达塞利努斯的重装步兵。
§7.50.2ἀπενεχθέντες γὰρ ἐς Λιβύην, καὶ δόντων Κυρηναίων τριήρεις δύο καὶ τοῦ πλοῦ ἡγεμόνας, καὶ ἐν τῷ παράπλῳ Εὐεσπερίταις πολιορκουμένοις ὑπὸ Λιβύων ξυμμαχήσαντες καὶ νικήσαντες τοὺς Λίβυς, καὶ αὐτόθεν παραπλεύσαντες ἐς Νέαν πόλιν Καρχηδονιακὸν ἐμπόριον, ὅθενπερ Σικελία ἐλάχιστον δυοῖν ἡμερῶν καὶ νυκτὸς πλοῦν ἀπέχει, καὶ ἀπ’ αὐτοῦ περαιωθέντες ἀφίκοντο ἐς Σελινοῦντα.
因为这些重装步兵被风吹到了利比亚,当时昔兰尼人给了他们两艘三段铎船和航海向导,他们与正受到利比亚人包围的尤埃斯佩里泰人结盟并击败了利比亚人,随后从那里沿海岸航行到迦太基的商埠涅阿波利斯(从那里到西西里的航程最短,只需两天一夜),并从那里渡海抵达塞利努斯。
§7.50.3καὶ οἱ μὲν Συρακόσιοι εὐθὺς αὐτῶν ἐλθόντων παρεσκευάζοντο ὡς ἐπιθησόμενοι κατ᾽ ἀμφότερα αὖθις τοῖς Ἀθηναίοις καὶ ναυσὶ καὶ πεζῷ·
叙拉古人在他们一到达后,便立即准备再次从海陆两方面向雅典人发起进攻。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ὁρῶντες στρατιάν τε ἄλλην προσγεγενημένην αὐτοῖς καὶ τὰ ἑαυτῶν ἅμα οὐκ ἐπὶ τὸ βέλτιον χωροῦντα, ἀλλὰ καθ’ ἡμέραν τοῖς πᾶσι χαλεπώτερον ἴσχοντα, μάλιστα δὲ τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων πιεζόμενα, μετεμέλοντό τε πρότερον οὐκ ἀναστάντες καὶ ὡς αὐτοῖς οὐδὲ ὁ Νικίας ἔτι ὁμοίως ἐνηντιοῦτο, ἀλλ’ ἢ μὴ φανερῶς γε ἀξιῶν ψηφίζεσθαι, προεῖπον ὡς ἐδύναντο ἀδηλότατα ἔκπλουν ἐκ τοῦ στρατοπέδου πᾶσι, καὶ παρασκευάσασθαι ὅταν τις σημήνῃ.
而雅典的将军们看到敌军增添了新的有生力量,同时自己的处境不仅没有好转,反而每天在各方面都变得更加艰难,尤其是受到士兵患病的折磨,因而后悔以前没有撤军。 由于尼基阿斯也不再像以前那样反对,只是不希望公开进行投票,他们便尽可能秘密地向所有人发布了从营地出航的预告,并要求大家在信号发出时做好准备。
§7.50.4καὶ μελλόντων αὐτῶν, ἐπειδὴ ἑτοῖμα ἦν, ἀποπλεῖν ἡ σελήνη ἐκλείπει· ἐτύγχανε γὰρ πασσέληνος οὖσα.
就在一切准备就绪、他们正要起航时,月食发生了;因为当时正值满月。
καὶ οἱ Ἀθηναῖοι οἵ τε πλείους ἐπισχεῖν ἐκέλευον τοὺς στρατηγοὺς ἐνθύμιον ποιούμενοι, καὶ ὁ Νικίας (ἦν γάρ τι καὶ ἄγαν θειασμῷ τε καὶ τῷ τοιούτῳ προσκείμενος) οὐδ’ ἂν διαβουλεύσασθαι ἔτι ἔφη πρίν, ὡς οἱ μάντεις ἐξηγοῦντο, τρὶς ἐννέα ἡμέρας μεῖναι, ὅπως ἂν πρότερον κινηθείη.
大多数雅典人对此感到忧虑,要求将军们暂缓出发,而尼基阿斯(因为他有些过度迷信神示和此类事物)甚至表示,在按照占卜者的解释等待三九二十七天之前,他绝不会再讨论出发的问题,更不用说提前行动了。
καὶ τοῖς μὲν Ἀθηναίοις μελλήσασι διὰ τοῦτο ἡ μονὴ ἐγεγένητο.
因此,本已准备动身的雅典人便因为这件事而不得不滞留下来。

词汇与语法注释

  1. 7.50.1ἡ τοῖς Συρακοσίοις στάσις [ἐς] φιλία ἐξεπεπτώκει — 该句说明党争的结局。根据文本校勘(将主格 φιλία 视为表语,或复原 [ἐς] φιλίαν),意为“党争已平息并转化为对叙拉古人有利的友好状态”,从而导致西卡努斯争取该城的计划破产。
  2. 7.50.2ἀπενεχθέντες — 此处出现文法破格(anakolouthon)。在 §7.50.1 中,重装步兵以宾格(τοὺς ... ὁπλίτας)引入,但在 §7.50.2 中,作者改用主格复数分词(ἀπενεχθέντες、ξυμμαχήσαντες 等)来描写他们的一系列动作,最终使它们成为主句动词 ἀφίκοντο 的主语。
  3. 7.50.3ἀλλ’ ἢ μὴ φανερῶς γε ἀξιῶν ψηφίζεσθαι — 短语 ἀλλ’ ἢ 是表示“除了……之外”的习惯用法。它限定了尼基阿斯态度的转变:他不再像以前那样反对撤军,只是他不希望对此事进行公开表决(ψηφίζεσθαι)。
  4. 7.50.4οὐδ’ ἂν διαβουλεύσασθαι ἔτι ἔφη πρίν — 语气词 ἂν 与不定式 διαβουλεύσασθαι 连用,在由引导词 ἔφη 引入的间接引语中表示潜在可能性或强烈的否定意图。πρίν 加上不定式 μεῖναι 表示“在……等待之前”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.50.1-7.50.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.50.1-7.50.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。