§7.42.1καὶ οἱ μὲν ὡς ἐπιθησόμενοι κατ’ ἀμφότερα παρεσκευάζοντο αὖθις, ἐν τούτῳ δὲ Δημοσθένης καὶ Εὐρυμέδων ἔχοντες τὴν ἀπὸ τῶν Ἀθηνῶν βοήθειαν παραγίγνονται, ναῦς τε τρεῖς καὶ ἑβδομήκοντα μάλιστα ξὺν ταῖς ξενικαῖς καὶ ὁπλίτας περὶ πεντακισχιλίους ἑαυτῶν τε καὶ τῶν ξυμμάχων, ἀκοντιστάς τε βαρβάρους καὶ Ἕλληνας οὐκ ὀλίγους, καὶ σφενδονήτας καὶ τοξότας καὶ τὴν ἄλλην παρασκευὴν ἱκανήν.
そしてシラクサ人たちは両面から再び攻撃を仕掛けようと準備していたが、その間にデモステネスとエウリュメドンが、アテナイからの増援部隊を率いて到着した。 それは、同盟国以外の船を含めておよそ73隻の船、彼ら自身と同盟軍の重装歩兵約5000人、異民族およびギリシア人の少なからぬ投槍兵、さらには石投げ兵、弓兵、およびその他の十分な軍備であった。
§7.42.2καὶ τοῖς μὲν Συρακοσίοις καὶ ξυμμάχοις κατάπληξις ἐν τῷ αὐτίκα οὐκ ὀλίγη ἐγένετο, εἰ πέρας μηδὲν ἔσται σφίσι τοῦ ἀπαλλαγῆναι τοῦ κινδύνου, ὁρῶντες οὔτε διὰ τὴν Δεκέλειαν τειχιζομένην οὐδὲν ἧσσον στρατὸν ἴσον καὶ παραπλήσιον τῷ προτέρῳ ἐπεληλυθότα τήν τε τῶν Ἀθηναίων δύναμιν πανταχόσε πολλὴν φαινομένην·
シラクサ人とその同盟者たちには、ただちに少なからぬ衝撃が生じた。 デケレイアが要塞化されているにもかかわらず、以前の軍勢と同等でよく似た軍隊が到着したこと、およびアテナイの戦力がいたるところで強大に見えることを目の当たりにして、自分たちにはこの危険から逃れる終わりが全くないのではないかと思ったからである。
τῷ δὲ προτέρῳ στρατεύματι τῶν Ἀθηναίων ὡς ἐκ κακῶν ῥώμη τις ἐγεγένητο.
他方、アテナイの以前からの軍隊には、困難な状況から一転して、一種の活力が生じていた。
§7.42.3ὁ δὲ Δημοσθένης ἰδὼν ὡς εἶχε τὰ πράγματα καὶ νομίσας οὐχ οἷόν τε εἶναι διατρίβειν οὐδὲ παθεῖν ὅπερ ὁ Νικίας ἔπαθεν (ἀφικόμενος γὰρ τὸ πρῶτον ὁ Νικίας φοβερός, ὡς οὐκ εὐθὺς προσέκειτο ταῖς Συρακούσαις, ἀλλ’ ἐν Κατάνῃ διεχείμαζεν, ὑπερώφθη τε καὶ ἔφθασεν αὐτὸν ἐκ τῆς Πελοποννήσου στρατιᾷ ὁ Γύλιππος ἀφικόμενος, ἣν οὐδ’ ἂν μετέπεμψαν οἱ Συρακόσιοι, εἰ ἐκεῖνος εὐθὺς ἐπέκειτο·
デモステネスは状況がどのようであるかを見て、時間を浪費したり、ニキアスが被ったのと同じ目に遭ったりすることは許されないと考えた。 ――というのも、ニキアスは最初に到着したときには恐れられていたが、すぐにシラクサを攻撃せず、カタネで冬を過ごしたため、軽んじられるようになり、彼に先んじてペロポネソスから軍勢を率いたギュリッポスが到着してしまったからである。 もしニキアスがすぐに攻撃を仕掛けていれば、シラクサ人はその軍勢を呼び寄せもしなかっただろう。
ἱκανοὶ γὰρ αὐτοὶ οἰόμενοι εἶναι ἅμα τ’ ἂν ἔμαθον ἥσσους ὄντες καὶ ἀποτετειχισμένοι ἂν ἦσαν, ὥστε μηδ’ εἰ μετέπεμψαν ἔτι ὁμοίως ἂν αὐτοὺς ὠφελεῖν), ταῦτα οὖν ἀνασκοπῶν ὁ Δημοσθένης, καὶ γιγνώσκων ὅτι καὶ αὐτὸς ἐν τῷ παρόντι τῇ πρώτῃ ἡμέρᾳ μάλιστα δεινότατός ἐστι τοῖς ἐναντίοις, ἐβούλετο ὅτι τάχος ἀποχρήσασθαι τῇ παρούσῃ τοῦ στρατεύματος ἐκπλήξει.
彼らは自分たちだけで十分だと考えていたため、自分たちが劣勢であることを知ると同時に包囲壁で遮断されてしまっていたはずであり、その結果、後から呼び寄せたとしても、もはや同様に彼らを助けることはできなかっただろうからである。 ――デモステネスはこれらのことをよく考え、また自分自身も現在の時点において、とりわけ最初の日こそが敵にとって最も恐るべき存在であることを知っていたので、軍勢が与えている現在の衝撃をできるだけ早く利用したいと考えた。
§7.42.4καὶ ὁρῶν τὸ παρατείχισμα τῶν Συρακοσίων, ᾧ ἐκώλυσαν περιτειχίσαι σφᾶς τοὺς Ἀθηναίους, ἁπλοῦν ὂν καί, εἰ κρατήσειέ τις τῶν τε Ἐπιπολῶν τῆς ἀναβάσεως καὶ αὖθις τοῦ ἐν αὐταῖς στρατοπέδου, ῥᾳδίως ἂν αὐτὸ ληφθέν (οὐδὲ γὰρ ὑπομεῖναι ἂν σφᾶς οὐδένα),
そして、シラクサ人の横壁(これはアテナイ人が彼らを包囲壁で囲むのを阻んだものであるが)を見て、それが一重のものであり、もしエピポライへの登り口と、そこにある敵の陣地を制圧しさえすれば、その壁は容易に奪取され得る(なぜなら、誰も彼らに立ち向かおうとはしないだろうから)と考え、彼はその試みに着手しようと急いだ。
§7.42.5ἠπείγετο ἐπιθέσθαι τῇ πείρᾳ, καί οἱ ξυντομωτάτην ἡγεῖτο διαπολέμησιν·
そしてこれが彼にとって戦争を終わらせる最も迅速な道であると考えた。
ἢ γὰρ κατορθώσας ἕξειν Συρακούσας, ἢ ἀπάξειν τὴν στρατιὰν καὶ οὐ τρίψεσθαι ἄλλως Ἀθηναίους τε τοὺς ξυστρατευομένους καὶ τὴν ξύμπασαν πόλιν.
すなわち、成功すればシラクサを手に入れ、失敗すれば軍を引き揚げて、従軍しているアテナイ人たちと国家全体を無駄に疲弊させないようにする、ということである。
§7.42.6πρῶτον μὲν οὖν τήν τε γῆν ἐξελθόντες τῶν Συρακοσίων ἔτεμον οἱ Ἀθηναῖοι περὶ τὸν Ἄναπον, καὶ τῷ στρατεύματι ἐπεκράτουν ὥσπερ τὸ πρῶτον, τῷ τε πεζῷ καὶ ταῖς ναυσίν (οὐδὲ γὰρ καθ’ ἕτερα οἱ Συρακόσιοι ἀντεπεξῇσαν ὅτι μὴ τοῖς ἱππεῦσι καὶ ἀκοντισταῖς ἀπὸ τοῦ Ὀλυμπιείου)·
そこでまず、アテナイ人は出撃してアナポス川周辺のシラクサ人の土地を荒らし、陸上部隊と艦隊の双方において、最初のように圧倒した(シラクサ人は、オリンピエイオンからの騎兵と投槍兵を除いては、どちらの側でも迎撃に出てこなかったからである)。