Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.42.1-7.42.6

德摩斯梯尼率援军抵达与迅速决战的方针

第 763 段,共 917 段 · 希腊语

内容简介

德摩斯梯尼和欧律墨冬率领的雅典强力援军抵达叙拉古,给叙拉古人带来极大的恐慌。德摩斯梯尼吸取尼基阿斯因拖延而失败的教训,决定迅速攻占埃皮波莱的敌方横墙以求速战速决,并首先对阿纳普斯河一带发起攻势。

§7.42.1καὶ οἱ μὲν ὡς ἐπιθησόμενοι κατ’ ἀμφότερα παρεσκευάζοντο αὖθις, ἐν τούτῳ δὲ Δημοσθένης καὶ Εὐρυμέδων ἔχοντες τὴν ἀπὸ τῶν Ἀθηνῶν βοήθειαν παραγίγνονται, ναῦς τε τρεῖς καὶ ἑβδομήκοντα μάλιστα ξὺν ταῖς ξενικαῖς καὶ ὁπλίτας περὶ πεντακισχιλίους ἑαυτῶν τε καὶ τῶν ξυμμάχων, ἀκοντιστάς τε βαρβάρους καὶ Ἕλληνας οὐκ ὀλίγους, καὶ σφενδονήτας καὶ τοξότας καὶ τὴν ἄλλην παρασκευὴν ἱκανήν.
正当叙拉古人准备再次从水陆两路发起进攻时,德摩斯梯尼和欧律墨冬率领来自雅典的援军抵达了。 这支援军包括大约七十三艘战船(包括外国雇佣船只),以及大约五千名雅典自身和盟国的重装步兵,还有不少异族和希腊人的投枪兵,以及石弩手、弓箭手和充足的其他装备。
§7.42.2καὶ τοῖς μὲν Συρακοσίοις καὶ ξυμμάχοις κατάπληξις ἐν τῷ αὐτίκα οὐκ ὀλίγη ἐγένετο, εἰ πέρας μηδὲν ἔσται σφίσι τοῦ ἀπαλλαγῆναι τοῦ κινδύνου, ὁρῶντες οὔτε διὰ τὴν Δεκέλειαν τειχιζομένην οὐδὲν ἧσσον στρατὸν ἴσον καὶ παραπλήσιον τῷ προτέρῳ ἐπεληλυθότα τήν τε τῶν Ἀθηναίων δύναμιν πανταχόσε πολλὴν φαινομένην·
这顿时给叙拉古人及其盟友带来了不小的恐慌,因为他们看到,尽管德凯莱阿已被筑垒固守,但仍有一支与此前规模相当且相似的军队总兵力到来,而且雅典人的力量在各处都显得十分强大,他们担心自己将永远无法摆脱这种危险。
τῷ δὲ προτέρῳ στρατεύματι τῶν Ἀθηναίων ὡς ἐκ κακῶν ῥώμη τις ἐγεγένητο.
另一方面,雅典原有的军队在经历不幸之后,重新获得了一种力量。
§7.42.3ὁ δὲ Δημοσθένης ἰδὼν ὡς εἶχε τὰ πράγματα καὶ νομίσας οὐχ οἷόν τε εἶναι διατρίβειν οὐδὲ παθεῖν ὅπερ ὁ Νικίας ἔπαθεν (ἀφικόμενος γὰρ τὸ πρῶτον ὁ Νικίας φοβερός, ὡς οὐκ εὐθὺς προσέκειτο ταῖς Συρακούσαις, ἀλλ’ ἐν Κατάνῃ διεχείμαζεν, ὑπερώφθη τε καὶ ἔφθασεν αὐτὸν ἐκ τῆς Πελοποννήσου στρατιᾷ ὁ Γύλιππος ἀφικόμενος, ἣν οὐδ’ ἂν μετέπεμψαν οἱ Συρακόσιοι, εἰ ἐκεῖνος εὐθὺς ἐπέκειτο· ἱκανοὶ γὰρ αὐτοὶ οἰόμενοι εἶναι ἅμα τ’ ἂν ἔμαθον ἥσσους ὄντες καὶ ἀποτετειχισμένοι ἂν ἦσαν, ὥστε μηδ’ εἰ μετέπεμψαν ἔτι ὁμοίως ἂν αὐτοὺς ὠφελεῖν), ταῦτα οὖν ἀνασκοπῶν ὁ Δημοσθένης, καὶ γιγνώσκων ὅτι καὶ αὐτὸς ἐν τῷ παρόντι τῇ πρώτῃ ἡμέρᾳ μάλιστα δεινότατός ἐστι τοῖς ἐναντίοις, ἐβούλετο ὅτι τάχος ἀποχρήσασθαι τῇ παρούσῃ τοῦ στρατεύματος ἐκπλήξει.
德摩斯梯尼看清了局势,认为不能拖延时间,也不能重蹈尼基阿斯的覆辙——因为尼基阿斯在刚到达时曾令人畏惧,但由于他没有立即进攻叙拉古,而是在卡塔奈过冬,结果遭到了轻视,而基利普斯则抢在他之前率领伯罗奔尼撒的军队抵达,如果尼基阿斯立即发起进攻,叙拉古人甚至都不会去召集这支军队;因为他们自以为能够应付,在发现自己处于劣势的同时,就会被围墙隔绝,这样即使他们后来再去召集援军,也无法像原先那样起到作用了——德摩斯梯尼在反思了这些事情后,并深知自己目前在第一天对敌人来说是最具威慑力的,因此希望尽快利用当前军队给敌人造成的恐慌。
§7.42.4καὶ ὁρῶν τὸ παρατείχισμα τῶν Συρακοσίων, ᾧ ἐκώλυσαν περιτειχίσαι σφᾶς τοὺς Ἀθηναίους, ἁπλοῦν ὂν καί, εἰ κρατήσειέ τις τῶν τε Ἐπιπολῶν τῆς ἀναβάσεως καὶ αὖθις τοῦ ἐν αὐταῖς στρατοπέδου, ῥᾳδίως ἂν αὐτὸ ληφθέν (οὐδὲ γὰρ ὑπομεῖναι ἂν σφᾶς οὐδένα), §7.42.5ἠπείγετο ἐπιθέσθαι τῇ πείρᾳ, καί οἱ ξυντομωτάτην ἡγεῖτο διαπολέμησιν· ἢ γὰρ κατορθώσας ἕξειν Συρακούσας, ἢ ἀπάξειν τὴν στρατιὰν καὶ οὐ τρίψεσθαι ἄλλως Ἀθηναίους τε τοὺς ξυστρατευομένους καὶ τὴν ξύμπασαν πόλιν.
他看到叙拉古人的横墙(他们曾用这堵墙来阻止雅典人包围他们)是单层的,而且如果有人能控制通往埃皮波莱的通道,进而夺取那里的营地,这堵墙就很容易被攻陷(因为没有人能够抵挡他们),于是他急于进行这一尝试,并认为这是结束战争最快捷的途径:因为如果成功,他将占领叙拉古,如果失败,他将撤回军队,不至于徒然消耗共同参战的雅典人和整个城邦的力量。
§7.42.6πρῶτον μὲν οὖν τήν τε γῆν ἐξελθόντες τῶν Συρακοσίων ἔτεμον οἱ Ἀθηναῖοι περὶ τὸν Ἄναπον, καὶ τῷ στρατεύματι ἐπεκράτουν ὥσπερ τὸ πρῶτον, τῷ τε πεζῷ καὶ ταῖς ναυσίν (οὐδὲ γὰρ καθ’ ἕτερα οἱ Συρακόσιοι ἀντεπεξῇσαν ὅτι μὴ τοῖς ἱππεῦσι καὶ ἀκοντισταῖς ἀπὸ τοῦ Ὀλυμπιείου)·
因此,雅典人首先出击,蹂躏了阿纳普斯河一带叙拉古人的土地,并在陆军和海军两方面都像最初那样占据了优势(因为叙拉古人除了从奥林匹埃翁派出的骑兵和投枪兵外,没有从任何一方出兵迎击)。

词汇与语法注释

  1. 7.42.2εἰ πέρας μηδὲν ἔσται σφίσι τοῦ ἀπαλλαγῆναι τοῦ κινδύνου — 连词 εἰ 在表示震惊、恐惧的名词 κατάπληξ显示具有动词性意味的 κατάπληξις 之后,引导一个表示“担心/是否会……”的名词性从句。带冠词的不定式 τοῦ ἀπαλλαγῆναι 是表示分离的属格,修饰名词 πέρας(“摆脱危险的终结”)。
  2. 7.42.2οὔτε διὰ τὴν Δεκέλειαν τειχιζομένην οὐδὲν ἧσσον — 介词 διὰ 后面接“名词 + 现在被动分词”(τὴν Δεκέλειαν τειχιζομένην),构成一个抽象名词短语,意为“尽管德凯莱阿正在被筑垒固守”(相当于拉丁语的 ab urbe condita 结构)。οὐδὲν ἧσσον 作副词使用,意为“毫不逊色”或“尽管如此”。
  3. 7.42.3ἣν οὐδ’ ἂν μετέπεμψαν οἱ Συρακόσιοι, εἰ ἐκεῖνος εὐθὺς ἐπέκειτο· — 这是一个与过去事实相反的虚拟条件句(反事实条件句)。主句由 ἂν 加上直陈式过去时(μετέπεμψαν)构成,条件从句由 εἰ 加上直陈式过去未完成时(ἐπέκειτο,表示过去的持续行动)构成,表示“如果尼基阿斯立即发起进攻,叙拉古人甚至都不会召集那支军队”。随后的 ἂν ἔμαθον 和 ἂν ἦσαν 同样是基于这一假设的主句。
  4. 7.42.4ῥᾳδίως ἂν αὐτὸ ληφθέν — 被动不定过去时分词 ληφθέν 与 连词 ἂν 连用呈宾格,作为 ὁρῶν 的宾语补足语,与形容词短语 ἁπλοῦν ὂν 并列。这代表了潜在希求法(或带 ἄν 的过去直陈式)转化为分词结构,意为“它将很容易被攻陷”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.42.1-7.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.42.1-7.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。