§7.41.1τέλος δὲ τούτῳ τῷ τρόπῳ κατὰ κράτος ναυμαχοῦντες οἱ Συρακόσιοι ἐνίκησαν, καὶ οἱ Ἀθηναῖοι τραπόμενοι διὰ τῶν ὁλκάδων τὴν κατάφευξιν ἐποιοῦντο ἐς τὸν ἑαυτῶν ὅρμον.
ついに、この方法によって全力で海戦を戦ったシラクサ人が勝利し、アテナイ人は敗走して、商船の間を通って自分たちの停泊地へと逃げ込んだ。
§7.41.2αἱ δὲ τῶν Συρακοσίων νῆες μέχρι μὲν τῶν ὁλκάδων ἐπεδίωκον·
シラクサ人の船は商船のところまでは追撃した。
ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν ἔσπλων αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι ἠρμέναι ἐκώλυον.
しかしその後、商船から吊り下げられ、通路の上に突き出た、重い「ドルフィン」を装備した桁が彼らの進入を阻んだ。
§7.41.3δύο δὲ νῆες τῶν Συρακοσίων ἐπαιρόμεναι τῇ νίκῃ προσέμειξαν αὐτῶν ἐγγὺς καὶ διεφθάρησαν, καὶ ἡ ἑτέρα αὐτοῖς ἀνδράσιν ἑάλω.
しかし、シラクサ人の船2隻が勝利に意気揚々となってそれらの近くまで接近し、破壊された。 そしてそのうちの1隻は乗組員ごと拿捕された。
§7.41.4καταδύσαντες δ’ οἱ Συρακόσιοι τῶν Ἀθηναίων ἑπτὰ ναῦς καὶ κατατραυματίσαντες πολλὰς ἄνδρας τε τοὺς μὲν πολλοὺς ζωγρήσαντες, τοὺς δὲ ἀποκτείναντες ἀπεχώρησαν, καὶ τροπαῖά τε ἀμφοτέρων τῶν ναυμαχιῶν ἔστησαν, καὶ τὴν ἐλπίδα ἤδη ἐχυρὰν εἶχον ταῖς μὲν ναυσὶ καὶ πολὺ κρείσσους εἶναι, ἐδόκουν δὲ καὶ τὸν πεζὸν χειρώσεσθαι.
シラクサ人はアテナイの船7隻を沈め、多くの船を大破させ、また乗組員の多くを生け捕りにし、一部を殺害して引き揚げた。 そして、これら両方の海戦の戦勝記念碑を建て、今や海戦においては自分たちがはるかに優勢であるという確固たる希望を抱いており、陸上部隊をも打ち負かすことができるだろうと考えていた。