§7.23.1ἐν τούτῳ δ’ ὁ Γύλιππος τῶν ἐν τῷ Πλημμυρίῳ Ἀθηναίων πρὸς τὴν θάλασσαν ἐπικαταβάντων καὶ τῇ ναυμαχίᾳ τὴν γνώμην προσεχόντων φθάνει προσπεσὼν ἅμα τῇ ἕῳ αἰφνιδίως τοῖς τείχεσι, καὶ αἱρεῖ τὸ μέγιστον πρῶτον, ἔπειτα δὲ καὶ τὰ ἐλάσσω δύο, οὐχ ὑπομεινάντων τῶν φυλάκων, ὡς εἶδον τὸ μέγιστον ῥᾳδίως ληφθέν.
この間に、プレッミュリオンにいたアテナイ人たちが海辺へと下りていき、海戦に気を取られているうちに、ギュリッポスは夜明けとともに突如として砦を急襲して先手を打ち、まず最大の砦を、次いで小規模な二つの砦を占領した。 これは、最大の砦が容易に奪取されるのを見た守備兵たちが持ちこたえなかったからである。
§7.23.2καὶ ἐκ μὲν τοῦ πρώτου ἁλόντος χαλεπῶς οἱ ἄνθρωποι, ὅσοι καὶ ἐς τὰ πλοῖα καὶ ὁλκάδα τινὰ κατέφυγον, ἐς τὸ στρατόπεδον ἐξεκομίζοντο·
そして、最初に占領された砦からは、舟艇や一隻の商船に避難した者たちが辛うじて陣営へと脱出した。
τῶν γὰρ Συρακοσίων ταῖς ἐν τῷ μεγάλῳ λιμένι ναυσὶ κρατούντων τῇ ναυμαχίᾳ ὑπὸ τριήρους μιᾶς καὶ εὖ πλεούσης ἐπεδιώκοντο·
というのも、シュラクサイ人が大港内の船で海戦において優勢であったため、快速の一隻の三段櫂船に追跡されていたからである。
ἐπειδὴ δὲ τὰ δύο τειχίσματα ἡλίσκετο, ἐν τούτῳ καὶ οἱ Συρακόσιοι ἐτύγχανον ἤδη νικώμενοι καὶ οἱ ἐξ αὐτῶν φεύγοντες ῥᾷον παρέπλευσαν.
しかし、二つの小砦が落とされつつあったときには、この時点でシュラクサイ人自身もすでに敗北しつつあり、それらの砦から逃れる者たちは、より容易に沿岸を船で逃れることができた。
§7.23.3αἱ γὰρ τῶν Συρακοσίων αἱ πρὸ τοῦ στόματος νῆες ναυμαχοῦσαι βιασάμεναι τὰς τῶν Ἀθηναίων ναῦς οὐδενὶ κόσμῳ ἐσέπλεον, καὶ ταραχθεῖσαι περὶ ἀλλήλας παρέδοσαν τὴν νίκην τοῖς Ἀθηναίοις·
というのも、入り口の前で戦っていたシュラクサイ人の船は、アテナイ人の船を突破したものの、隊列を乱して港内へと進入し、互いに衝突して混乱したため、アテナイ人に勝利を譲ることになった。
ταύτας τε γὰρ ἔτρεψαν καὶ ὑφ’ ὧν τὸ πρῶτον ἐνικῶντο ἐν τῷ λιμένι.
アテナイ人は、これらの船を敗走させるとともに、港内で当初自分たちが圧倒されていた船をも敗走させたからである。
§7.23.4καὶ ἕνδεκα μὲν ναῦς τῶν Συρακοσίων κατέδυσαν, καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀπέκτειναν, πλὴν ὅσον ἐκ τριῶν νεῶν οὓς ἐζώγρησαν·
そして、彼らはシュラクサイ人の船11隻を撃沈し、3隻の船から生け捕りにした者たちを除いて、乗員の多くを殺害した。
τῶν δὲ σφετέρων τρεῖς νῆες διεφθάρησαν.
一方、自分たちの船は3隻が破壊された。
τὰ δὲ ναυάγια ἀνελκύσαντες τῶν Συρακοσίων καὶ τροπαῖον ἐν τῷ νησιδίῳ στήσαντες τῷ πρὸ τοῦ Πλημμυρίου, ἀνεχώρησαν ἐς τὸ ἑαυτῶν στρατόπεδον.
アテナイ人はシュラクサイ人の船の残骸を引き揚げ、プレッミュリオンの前にある小島に記念碑を建てた後、自軍 of 陣営へと撤退した。