Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.23.1-7.23.4

普勒米利昂陷落与雅典海战逆转获胜

第 744 段,共 917 段 · 希腊语

内容简介

吉利普斯在陆地上突袭并攻占了雅典人的堡垒,但在海战中,雅典海军击败了队伍混乱的叙拉古舰队,赢得了逆转胜利。

§7.23.1ἐν τούτῳ δ’ ὁ Γύλιππος τῶν ἐν τῷ Πλημμυρίῳ Ἀθηναίων πρὸς τὴν θάλασσαν ἐπικαταβάντων καὶ τῇ ναυμαχίᾳ τὴν γνώμην προσεχόντων φθάνει προσπεσὼν ἅμα τῇ ἕῳ αἰφνιδίως τοῖς τείχεσι, καὶ αἱρεῖ τὸ μέγιστον πρῶτον, ἔπειτα δὲ καὶ τὰ ἐλάσσω δύο, οὐχ ὑπομεινάντων τῶν φυλάκων, ὡς εἶδον τὸ μέγιστον ῥᾳδίως ληφθέν.
在此期间,由于普莱米里翁的雅典人已下到海边,一心关注着海战,吉利普斯在黎明时分突然袭击堡垒,抢占了先机。 他先是攻陷了最大的堡垒,接着又攻陷了较小的两个,因为守军看到最大的堡垒轻易失守,便没有坚持抵抗。
§7.23.2καὶ ἐκ μὲν τοῦ πρώτου ἁλόντος χαλεπῶς οἱ ἄνθρωποι, ὅσοι καὶ ἐς τὰ πλοῖα καὶ ὁλκάδα τινὰ κατέφυγον, ἐς τὸ στρατόπεδον ἐξεκομίζοντο· τῶν γὰρ Συρακοσίων ταῖς ἐν τῷ μεγάλῳ λιμένι ναυσὶ κρατούντων τῇ ναυμαχίᾳ ὑπὸ τριήρους μιᾶς καὶ εὖ πλεούσης ἐπεδιώκοντο·
从第一座失守的堡垒中,凡是逃往小船和一艘商船的人,都历经艰难才撤退到军营;因为当时叙拉古人在大港内的海战中占了上风,他们遭到了一艘航速极快的敌方三列桨战船的追击。
ἐπειδὴ δὲ τὰ δύο τειχίσματα ἡλίσκετο, ἐν τούτῳ καὶ οἱ Συρακόσιοι ἐτύγχανον ἤδη νικώμενοι καὶ οἱ ἐξ αὐτῶν φεύγοντες ῥᾷον παρέπλευσαν.
然而,当另外两座小堡垒被攻陷时,此时叙拉古人自己也刚好在海战中败退,因而从这两个堡垒逃跑的人较容易地沿海岸乘船撤离。
§7.23.3αἱ γὰρ τῶν Συρακοσίων αἱ πρὸ τοῦ στόματος νῆες ναυμαχοῦσαι βιασάμεναι τὰς τῶν Ἀθηναίων ναῦς οὐδενὶ κόσμῳ ἐσέπλεον, καὶ ταραχθεῖσαι περὶ ἀλλήλας παρέδοσαν τὴν νίκην τοῖς Ἀθηναίοις· ταύτας τε γὰρ ἔτρεψαν καὶ ὑφ’ ὧν τὸ πρῶτον ἐνικῶντο ἐν τῷ λιμένι.
原来,在港口入口前交战的叙拉古战船在突破了雅典战船后,毫无秩序地驶入港内,彼此碰撞陷入混乱,结果将胜利送给了雅典人;因为雅典人不仅击溃了这些敌船,也击溃了起初在港内击败他们的那些敌船。
§7.23.4καὶ ἕνδεκα μὲν ναῦς τῶν Συρακοσίων κατέδυσαν, καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἀπέκτειναν, πλὴν ὅσον ἐκ τριῶν νεῶν οὓς ἐζώγρησαν· τῶν δὲ σφετέρων τρεῖς νῆες διεφθάρησαν.
雅典人击沉了十一艘叙拉古战船,杀死了大部分船员,仅生擒了三艘船上的生还者;而他们自己则损失了三艘战船。
τὰ δὲ ναυάγια ἀνελκύσαντες τῶν Συρακοσίων καὶ τροπαῖον ἐν τῷ νησιδίῳ στήσαντες τῷ πρὸ τοῦ Πλημμυρίου, ἀνεχώρησαν ἐς τὸ ἑαυτῶν στρατόπεδον.
他们拖回了叙拉古战船的残骸,并在普莱米里翁前的小岛上立起了凯旋碑,随后撤回了自己的军营。

词汇与语法注释

  1. 7.23.1φθάνει προσπεσὼν — 动词 φθάνω 与补充性分词结合使用,表示“先于他人做某事”或“出其不意地做某事”的惯用表达。此处指吉利普斯乘雅典人不备抢先突袭了堡垒。
  2. 7.23.1τῶν ἐν τῷ Πλημμυρίῳ Ἀθηναίων ... προσεχόντων — 属格绝对结构(主语为 οἱ Ἀθηναῖοι),表示吉利普斯发起突袭时的伴随时间背景(当……时,在……之中)。
  3. 7.23.3ὑφ’ ὧν τὸ πρῶτον ἐνικῶντο — 介词 ὑπό(表示动作发出者)与属格关系代词 ὧν 结合的结构。先行词被省略,指代起初在大港内压制雅典军的另一群叙拉古战船。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.23.1-7.23.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.23.1-7.23.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。