§7.24.1οἱ δὲ Συρακόσιοι κατὰ μὲν τὴν ναυμαχίαν οὕτως ἐπεπράγεσαν, τὰ δ’ ἐν τῷ Πλημμυρίῳ τείχη εἶχον, καὶ τροπαῖα ἔστησαν αὐτῶν τρία.
シュラクサイ人の海戦における結果はこのようであったが、彼らはプレッミュリオンの砦群を手中に収め、それらのために三つの記念碑を建てた。
καὶ τὸ μὲν ἕτερον τοῖν δυοῖν τειχοῖν τοῖν ὕστερον ληφθέντοιν κατέβαλον, τὰ δὲ δύο ἐπισκευάσαντες ἐφρούρουν.
そして、後から占領された二つの砦のうち一方を取り壊し、残りの二つを修復して守備兵を置いた。
§7.24.2ἄνθρωποι δ’ ἐν τῶν τειχῶν τῇ ἁλώσει ἀπέθανον καὶ ἐζωγρήθησαν πολλοί, καὶ χρήματα πολλὰ τὰ ξύμπαντα ἑάλω·
砦が占領された際に、多くの人々が死亡し、また生け捕りにされ、全体として多額の財貨が奪われた。
ὥσπερ γὰρ ταμιείῳ χρωμένων τῶν Ἀθηναίων τοῖς τείχεσι πολλὰ μὲν ἐμπόρων χρήματα καὶ σῖτος ἐνῆν, πολλὰ δὲ καὶ τῶν τριηράρχων, ἐπεὶ καὶ ἱστία τεσσαράκοντα τριήρων καὶ τἆλλα σκεύη ἐγκατελήφθη καὶ τριήρεις ἀνειλκυσμέναι τρεῖς.
というのも、アテナイ人がこれらの砦を貯蔵庫のように使っていたため、商人たちの多くの財貨や穀物、さらに三段櫂船の指揮官たちの多くの私物もそこにあったからである。 実際、四十隻の三段櫂船の帆やその他の備品が置き去りにされ、陸に引き揚げられていた三隻の三段櫂船も奪われた。
§7.24.3μέγιστόν τε καὶ ἐν τοῖς πρῶτον ἐκάκωσε τὸ στράτευμα τὸ τῶν Ἀθηναίων ἡ τοῦ Πλημμυρίου λῆψις·
プレッミュリオンの陥落は、アテナイの軍勢に、とりわけ最大級の打撃を与えた。
οὐ γὰρ ἔτι οὐδ’ οἱ ἔσπλοι ἀσφαλεῖς ἦσαν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων (οἱ γὰρ Συρακόσιοι ναυσὶν αὐτόθι ἐφορμοῦντες ἐκώλυον, καὶ διὰ μάχης ἤδη ἐγίγνοντο αἱ ἐσκομιδαί), ἔς τε τἆλλα κατάπληξιν παρέσχε καὶ ἀθυμίαν τῷ στρατεύματι.
というのも、必需品を搬入するための港への進入路がもはや安全ではなくなったからである(シュラクサイ人がそこに船を停泊させて進入を阻み、搬入は今や戦闘を経なければ行えなくなっていた)。 またこの出来事は、他の点でも軍勢に衝撃と落胆をもたらした。