§6.88.1τοιαῦτα δὲ ὁ Εὔφημος εἶπεν.
エウペモスはこのように語った。
οἱ δὲ Καμαριναῖοι ἐπεπόνθεσαν τοιόνδε.
カマリナの人々は次のような状況に置かれていた。
τοῖς μὲν Ἀθηναίοις εὖνοι ἦσαν, πλὴν καθ’ ὅσον [εἰ] τὴν Σικελίαν ᾤοντο αὐτοὺς δουλώσεσθαι, τοῖς δὲ Συρακοσίοις αἰεὶ κατὰ τὸ ὅμορον διάφοροι·
彼らはアテナイ人に対しては、シケリアを奴隷化しようとしていると考えた点を除けば、好意を抱いていた。 しかし、シラクサ人に対しては、隣接しているがゆえに常に不和であった。
δεδιότες δ’ οὐχ ἧσσον τοὺς Συρακοσίους ἐγγὺς ὄντας μὴ καὶ ἄνευ σφῶν περιγένωνται, τό τε πρῶτον αὐτοῖς τοὺς ὀλίγους ἱππέας ἔπεμψαν καὶ τὸ λοιπὸν ἐδόκει αὐτοῖς ὑπουργεῖν μὲν τοῖς Συρακοσίοις μᾶλλον ἔργῳ, ὡς ἂν δύνωνται μετριώτατα, ἐν δὲ τῷ παρόντι, ἵνα μηδὲ τοῖς Ἀθηναίοις ἔλασσον δοκῶσι νεῖμαι, ἐπειδὴ καὶ ἐπικρατέστεροι τῇ μάχῃ ἐγένοντο, λόγῳ ἀποκρίνασθαι ἴσα ἀμφοτέροις.
だが、近くにいるシラクサ人が、自分たち抜きでも勝利してしまうのではないかと、アテナイ人以上に恐れていたため、最初は彼らに少数の騎兵を送り、その後も、事実上はシラクサ人をできるだけ控えめな形で援助することが彼らにとって得策であると思われた。 しかし、現時点では、アテナイ人が戦いに勝利したばかりでもあったため、彼らに対する配慮を欠いていると思われないように、言葉の上では両者に対して等しく答えることに決めた。
§6.88.2καὶ οὕτω βουλευσάμενοι ἀπεκρίναντο, ἐπειδὴ τυγχάνει ἀμφοτέροις οὖσι ξυμμάχοις σφῶν πρὸς ἀλλήλους πόλεμος ὤν, εὔορκον δοκεῖν εἶναι σφίσιν ἐν τῷ παρόντι μηδετέροις ἀμύνειν.
このように決定した上で、彼らは次のように答えた。 双方ともに自分たちの同盟国であるにもかかわらず、その両者間で戦争が起きているのであるから、現時点ではどちらの側も助けないことが、誓いにかなうことと思われる、と。
καὶ οἱ πρέσβεις ἑκατέρων ἀπῆλθον.
そして双方の使節は立ち去った。
§6.88.3καὶ οἱ μὲν Συρακόσιοι τὰ καθ’ ἑαυτοὺς ἐξηρτύοντο ἐς τὸν πόλεμον, οἱ δ’ Ἀθηναῖοι ἐν τῇ Νάξῳ ἐστρατοπεδευμένοι τὰ πρὸς τοὺς Σικελοὺς ἔπρασσον ὅπως αὐτοῖς ὡς πλεῖστοι προσχωρήσονται.
そしてシラクサ人は戦争のために自らの側の準備を整え、他方アテナイ人はナクソスに宿営し、シケロイ人ができるだけ多く自分たちの側に加わるように交渉を進めていた。
§6.88.4καὶ οἱ μὲν πρὸς τὰ πεδία μᾶλλον τῶν Σικελῶν ὑπήκοοι ὄντες τῶν Συρακοσίων οἱ πολλοὶ ἀφειστήκεσαν·
平野部に近いシケロイ人の多くは、シラクサ人の支配下にあったため、離反していた。
τῶν δὲ τὴν μεσόγειαν ἐχόντων αὐτόνομοι οὖσαι καὶ πρότερον αἰεὶ 〈αἱ〉 οἰκήσεις εὐθὺς πλὴν ὀλίγοι μετὰ τῶν Ἀθηναίων ἦσαν, καὶ σῖτόν τε κατεκόμιζον τῷ στρατεύματι καὶ εἰσὶν οἳ καὶ χρήματα.
しかし、内陸部を占め、以前から常に独立していた居住地の者たちは、ごく一部を除いて直ちにアテナイ人に味方し、軍隊に食糧を運び込み、中には資金を提供する者たちもいた。
§6.88.5ἐπὶ δὲ τοὺς μὴ προσχωροῦντας οἱ Ἀθηναῖοι στρατεύοντες τοὺς μὲν προσηνάγκαζον, τοὺς δὲ καὶ ὑπὸ τῶν Συρακοσίων φρουρούς τε πεμπόντων καὶ βοηθούντων ἀπεκωλύοντο.
アテナイ人は味方に加わらない人々に対して遠征し、ある者たちを強制的に従わせたが、他の者たちについては、シラクサ人が守備隊を送り救援に来たため、阻まれた。
τόν τε χειμῶνα μεθορμισάμενοι ἐκ τῆς Νάξου ἐς τὴν Κατάνην καὶ τὸ στρατόπεδον ὃ κατεκαύθη ὑπὸ τῶν Συρακοσίων αὖθις ἀνορθώσαντες διεχείμαζον.
そして冬の間、彼らはナクソスからカタネへと停泊地を移し、シラクサ人によって焼き払われていた陣営を再び再建して、そこで冬を過ごした。
§6.88.6καὶ ἔπεμψαν μὲν ἐς Καρχηδόνα τριήρη περὶ φιλίας, εἰ δύναιντό τι ὠφελεῖσθαι, ἔπεμψαν δὲ καὶ ἐς Τυρσηνίαν, ἔστιν ὧν πόλεων ἐπαγγελλομένων καὶ αὐτῶν ξυμπολεμεῖν.
彼らはカルタゴへ友好関係を求めて三段櫂船を送り、何らかの援助を得られないか模索した。 また、テュルセニアにも使節を送った。 そこではいくつかの都市が自らも共に戦うことを約束していたからである。
περιήγγελλον δὲ καὶ τοῖς Σικελοῖς καὶ ἐς τὴν Ἔγεσταν πέμψαντες ἐκέλευον ἵππους σφίσιν ὡς πλείστους πέμπειν, καὶ τἆλλα ἐς τὸν περιτειχισμόν, πλινθία καὶ σίδηρον, ἡτοίμαζον, καὶ ὅσα ἔδει, ὡς ἅμα τῷ ἦρι ἑξόμενοι τοῦ πολέμου.
さらに彼らはシケロイ人にも触れを出し、エゲスタへも使節を送って、できるだけ多くの馬を送るよう求め、包囲壁構築に必要なその他の物、すなわち煉瓦や鉄、および必要なすべての資材を準備して、春の到来と同時に本格的な戦争を開始できるように備えた。
§6.88.7οἱ δ’ ἐς τὴν Κόρινθον καὶ Λακεδαίμονα τῶν Συρακοσίων ἀποσταλέντες πρέσβεις τούς τε Ἰταλιώτας ἅμα παραπλέοντες ἐπειρῶντο πείθειν μὴ περιορᾶν τὰ γιγνόμενα ὑπὸ τῶν Ἀθηναίων, ὡς καὶ ἐκείνοις ὁμοίως ἐπιβουλευόμενα, καὶ ἐπειδὴ ἐν τῇ Κορίνθῳ ἐγένοντο, λόγους ἐποιοῦντο ἀξιοῦντες σφίσι κατὰ τὸ ξυγγενὲς βοηθεῖν.
他方、コリントスとラケダイモンに派遣されたシラクサの使節たちは、沿岸を航行するついでにイタリアの人々をも説得しようと試み、アテナイ人の行為を傍観しないよう求めた。 それはイタリア人にとっても同様に企てられているからである。 そして彼らはコリントスに到着すると、同族のよしみによって自分たちを援助するよう要求する演説を行った。
§6.88.8καὶ οἱ Κορίνθιοι εὐθὺς ψηφισάμενοι αὐτοὶ πρῶτοι ὥστε πάσῃ προθυμίᾳ ἀμύνειν, καὶ ἐς τὴν Λακεδαίμονα ξυναπέστελλον αὐτοῖς πρέσβεις, ὅπως καὶ ἐκείνους ξυναναπείθοιεν τόν τε αὐτοῦ πόλεμον σαφέστερον ποιεῖσθαι πρὸς τοὺς Ἀθηναίους καὶ ἐς τὴν Σικελίαν ὠφελίαν τινὰ πέμπειν.
するとコリントス人は直ちに、彼ら自身が最初の者としてあらゆる熱意を込めて援助することを取り決め、また彼らと共にラケダイモンへも使節を派遣した。 それは、ラケダイモン人をも共に説得して、現地でのアテナイ人に対する戦争をより公然たるものにさせ、シケリアにも何らかの援助軍を送らせるためであった。
§6.88.9καὶ οἵ τε ἐκ τῆς Κορίνθου πρέσβεις παρῆσαν ἐς τὴν Λακεδαίμονα καὶ Ἀλκιβιάδης μετὰ τῶν ξυμφυγάδων περαιωθεὶς τότ’ εὐθὺς ἐπὶ πλοίου φορτηγικοῦ ἐκ τῆς Θουρίας ἐς Κυλλήνην τῆς Ἠλείας πρῶτον, ἔπειτα ὕστερον ἐς τὴν Λακεδαίμονα αὐτῶν τῶν Λακεδαιμονίων μεταπεμψάντων ὑπόσπονδος ἐλθών·
コリントスからの使節たちがラケダイモンに到着した。 また、アルキビアデスも、他の亡命者たちと共に、当時直ちに貨物船に乗って、まずトゥリアからエリス地方のキュレネへと渡り、その後、ラケダイモン人自身からの召喚を受け、身の安全の保証のもとでラケダイモンへとやって来た。
ἐφοβεῖτο γὰρ αὐτοὺς διὰ τὴν περὶ τῶν Μαντινικῶν πρᾶξιν.
というのも、彼はマンティネイアの件への関与のために、彼らを恐れていたからである。
§6.88.10καὶ ξυνέβη ἐν τῇ ἐκκλησίᾳ τῶν Λακεδαιμονίων τούς τε Κορινθίους καὶ τοὺς Συρακοσίους τὰ αὐτὰ καὶ τὸν Ἀλκιβιάδην δεομένους πείθειν τοὺς Λακεδαιμονίους.
そして、ラケダイモン人の民会において、コリントス人とシラクサ人が同じことを要求し、アルキビアデスもまたラケダイモン人を説得することとなった。
καὶ διανοουμένων τῶν τε ἐφόρων καὶ τῶν ἐν τέλει ὄντων πρέσβεις πέμπειν ἐς Συρακούσας κωλύοντας μὴ ξυμβαίνειν Ἀθηναίοις, βοηθεῖν δὲ οὐ προθύμων ὄντων, παρελθὼν ὁ Ἀλκιβιάδης παρώξυνέ τε τοὺς Λακεδαιμονίους καὶ ἐξώρμησε λέγων τοιάδε.
監督官たちや役人たちは、シラクサがアテナイ人と和睦するのを防ぐために使節を送ることは考えていたものの、軍事援助を送ることには乗り気でなかったが、アルキビアデスが進み出て、ラケダイモン人を刺激し、奮起させ、次のように語った。