§6.88.1τοιαῦτα δὲ ὁ Εὔφημος εἶπεν.
尤菲摩斯作了这样的发言。
οἱ δὲ Καμαριναῖοι ἐπεπόνθεσαν τοιόνδε. τοῖς μὲν Ἀθηναίοις εὖνοι ἦσαν, πλὴν καθ’ ὅσον [εἰ] τὴν Σικελίαν ᾤοντο αὐτοὺς δουλώσεσθαι, τοῖς δὲ Συρακοσίοις αἰεὶ κατὰ τὸ ὅμορον διάφοροι·
而卡马里纳人则处于以下的状态:一方面,他们对雅典人怀有好感,除非是考虑到雅典人企图奴役西西里;另一方面,他们因邻近的关系,与叙拉古人一向不和。
δεδιότες δ’ οὐχ ἧσσον τοὺς Συρακοσίους ἐγγὺς ὄντας μὴ καὶ ἄνευ σφῶν περιγένωνται, τό τε πρῶτον αὐτοῖς τοὺς ὀλίγους ἱππέας ἔπεμψαν καὶ τὸ λοιπὸν ἐδόκει αὐτοῖς ὑπουργεῖν μὲν τοῖς Συρακοσίοις μᾶλλον ἔργῳ, ὡς ἂν δύνωνται μετριώτατα, ἐν δὲ τῷ παρόντι, ἵνα μηδὲ τοῖς Ἀθηναίοις ἔλασσον δοκῶσι νεῖμαι, ἐπειδὴ καὶ ἐπικρατέστεροι τῇ μάχῃ ἐγένοντο, λόγῳ ἀποκρίνασθαι ἴσα ἀμφοτέροις.
但是,由于他们同样害怕近在咫尺的叙拉古人,担心叙拉古人即使在没有他们的情况下也会获胜,所以起初他们向叙拉古人派遣了少数骑兵,并且在今后看来,在行动上更倾向于援助叙拉古人,尽管会尽可能保持在最适度的范围内;但在目前,为了不让雅典人觉得他们得到的待遇较差——特别是由于雅典人在战斗中也已经占了上风——他们决定在言辞上给双方以平等的答复。
§6.88.2καὶ οὕτω βουλευσάμενοι ἀπεκρίναντο, ἐπειδὴ τυγχάνει ἀμφοτέροις οὖσι ξυμμάχοις σφῶν πρὸς ἀλλήλους πόλεμος ὤν, εὔορκον δοκεῖν εἶναι σφίσιν ἐν τῷ παρόντι μηδετέροις ἀμύνειν.
他们如此商议后便作了答复:既然双方都是他们的盟友,而双方之间恰好发生着战争,因此他们认为在目前对任何一方都不提供援助是符合誓言的。
καὶ οἱ πρέσβεις ἑκατέρων ἀπῆλθον.
随后,双方的使节便离去了。
§6.88.3καὶ οἱ μὲν Συρακόσιοι τὰ καθ’ ἑαυτοὺς ἐξηρτύοντο ἐς τὸν πόλεμον, οἱ δ’ Ἀθηναῖοι ἐν τῇ Νάξῳ ἐστρατοπεδευμένοι τὰ πρὸς τοὺς Σικελοὺς ἔπρασσον ὅπως αὐτοῖς ὡς πλεῖστοι προσχωρήσονται.
叙拉古人开始为自己这一方的战争做准备,而驻扎在纳克索斯的雅典人则在与西西里人进行交涉,以求争取尽可能多的人归顺他们。
§6.88.4καὶ οἱ μὲν πρὸς τὰ πεδία μᾶλλον τῶν Σικελῶν ὑπήκοοι ὄντες τῶν Συρακοσίων οἱ πολλοὶ ἀφειστήκεσαν· τῶν δὲ τὴν μεσόγειαν ἐχόντων αὐτόνομοι οὖσαι καὶ πρότερον αἰεὶ 〈αἱ〉 οἰκήσεις εὐθὺς πλὴν ὀλίγοι μετὰ τῶν Ἀθηναίων ἦσαν, καὶ σῖτόν τε κατεκόμιζον τῷ στρατεύματι καὶ εἰσὶν οἳ καὶ χρήματα.
那些更偏向于平原地区的西西里人,由于是叙拉古人的属民,大多保持距离;而占领内陆地区、以前一向保持独立的西西里人定居点,除少数外,几乎立即都站在了雅典人一边,他们不仅向军队运送粮食,有些人还提供了资金。
§6.88.5ἐπὶ δὲ τοὺς μὴ προσχωροῦντας οἱ Ἀθηναῖοι στρατεύοντες τοὺς μὲν προσηνάγκαζον, τοὺς δὲ καὶ ὑπὸ τῶν Συρακοσίων φρουρούς τε πεμπόντων καὶ βοηθούντων ἀπεκωλύοντο.
雅典人对那些不愿归顺的人发动了军事行动,强迫了一些人,但在其他地方却因叙拉古人派遣守备队并前来援助而受到阻碍。
τόν τε χειμῶνα μεθορμισάμενοι ἐκ τῆς Νάξου ἐς τὴν Κατάνην καὶ τὸ στρατόπεδον ὃ κατεκαύθη ὑπὸ τῶν Συρακοσίων αὖθις ἀνορθώσαντες διεχείμαζον.
冬季,他们将停泊地从纳克索斯转移到了卡塔奈,并重建了被叙拉古人烧毁的营地,在此越冬。
§6.88.6καὶ ἔπεμψαν μὲν ἐς Καρχηδόνα τριήρη περὶ φιλίας, εἰ δύναιντό τι ὠφελεῖσθαι, ἔπεμψαν δὲ καὶ ἐς Τυρσηνίαν, ἔστιν ὧν πόλεων ἐπαγγελλομένων καὶ αὐτῶν ξυμπολεμεῖν.
他们还向迦太基派遣了一艘三列桨战船以求友好,看是否能获得一些帮助;他们也向第勒尼安派遣了使节,因为那里的某些城市主动提出要共同参战。
περιήγγελλον δὲ καὶ τοῖς Σικελοῖς καὶ ἐς τὴν Ἔγεσταν πέμψαντες ἐκέλευον ἵππους σφίσιν ὡς πλείστους πέμπειν, καὶ τἆλλα ἐς τὸν περιτειχισμόν, πλινθία καὶ σίδηρον, ἡτοίμαζον, καὶ ὅσα ἔδει, ὡς ἅμα τῷ ἦρι ἑξόμενοι τοῦ πολέμου.
他们还向其他西西里人发出号召,并派人去埃格斯塔,要求他们运送尽可能多的马匹,并且准备了其他用于包围壁建设的物资,如砖块和铁器,以及一切所需之物,以便在春季一到就全面投入战争。
§6.88.7οἱ δ’ ἐς τὴν Κόρινθον καὶ Λακεδαίμονα τῶν Συρακοσίων ἀποσταλέντες πρέσβεις τούς τε Ἰταλιώτας ἅμα παραπλέοντες ἐπειρῶντο πείθειν μὴ περιορᾶν τὰ γιγνόμενα ὑπὸ τῶν Ἀθηναίων, ὡς καὶ ἐκείνοις ὁμοίως ἐπιβουλευόμενα, καὶ ἐπειδὴ ἐν τῇ Κορίνθῳ ἐγένοντο, λόγους ἐποιοῦντο ἀξιοῦντες σφίσι κατὰ τὸ ξυγγενὲς βοηθεῖν.
被派往科林斯和拉栖代梦的叙拉古使节,在沿途航行时,顺便试图说服意大利人不要对雅典人的所作所为袖手旁观,并指出雅典人同样在对他们进行阴谋图谋。 当他们到达科林斯后,便发表了演说,要求科林斯人基于同族之情给予援助。
§6.88.8καὶ οἱ Κορίνθιοι εὐθὺς ψηφισάμενοι αὐτοὶ πρῶτοι ὥστε πάσῃ προθυμίᾳ ἀμύνειν, καὶ ἐς τὴν Λακεδαίμονα ξυναπέστελλον αὐτοῖς πρέσβεις, ὅπως καὶ ἐκείνους ξυναναπείθοιεν τόν τε αὐτοῦ πόλεμον σαφέστερον ποιεῖσθαι πρὸς τοὺς Ἀθηναίους καὶ ἐς τὴν Σικελίαν ὠφελίαν τινὰ πέμπειν.
科林斯人立即首先通过决议,要以最大的热忱提供援助,并与他们共同派遣使节前往拉栖代梦,以便共同说服拉栖代梦人更公开地向雅典人开战,并向西西里派遣某种援助力量。
§6.88.9καὶ οἵ τε ἐκ τῆς Κορίνθου πρέσβεις παρῆσαν ἐς τὴν Λακεδαίμονα καὶ Ἀλκιβιάδης μετὰ τῶν ξυμφυγάδων περαιωθεὶς τότ’ εὐθὺς ἐπὶ πλοίου φορτηγικοῦ ἐκ τῆς Θουρίας ἐς Κυλλήνην τῆς Ἠλείας πρῶτον, ἔπειτα ὕστερον ἐς τὴν Λακεδαίμονα αὐτῶν τῶν Λακεδαιμονίων μεταπεμψάντων ὑπόσπονδος ἐλθών· ἐφοβεῖτο γὰρ αὐτοὺς διὰ τὴν περὶ τῶν Μαντινικῶν πρᾶξιν.
来自科林斯的使节到达了拉栖代梦,而阿尔西比亚德斯和他的同谋流亡者们,当时立即乘坐一艘商船,首先从图里亚渡海到伊利斯的基勒内,之后,由于拉栖代梦人亲自发出邀请,他在获得安全保障的情况下,来到了拉栖代梦;因为他此前因涉及曼提尼亚的事务而对他们深感恐惧。
§6.88.10καὶ ξυνέβη ἐν τῇ ἐκκλησίᾳ τῶν Λακεδαιμονίων τούς τε Κορινθίους καὶ τοὺς Συρακοσίους τὰ αὐτὰ καὶ τὸν Ἀλκιβιάδην δεομένους πείθειν τοὺς Λακεδαιμονίους.
在拉栖代梦人的公民大会上,科林斯人、叙拉古人和阿尔西比亚德斯都在提出相同的请求,试图说服拉栖代梦人。
καὶ διανοουμένων τῶν τε ἐφόρων καὶ τῶν ἐν τέλει ὄντων πρέσβεις πέμπειν ἐς Συρακούσας κωλύοντας μὴ ξυμβαίνειν Ἀθηναίοις, βοηθεῖν δὲ οὐ προθύμων ὄντων, παρελθὼν ὁ Ἀλκιβιάδης παρώξυνέ τε τοὺς Λακεδαιμονίους καὶ ἐξώρμησε λέγων τοιάδε.
当时,监察官和当权者们虽然打算向叙拉古派遣使节,以阻止他们与雅典人达成妥协,但对于提供军事援助并不热心。 此时,阿尔西比亚德斯走上前去,激发并促动了拉栖代梦人,发表了如下演讲。