§6.7.1καὶ οἱ μὲν πρέσβεις τῶν Ἀθηναίων ἀπεστάλησαν ἐς τὴν Σικελίαν·
こうしてアテナイ人の使節たちはシケリアへと派遣された。
Λακεδαιμόνιοι δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων στρατεύσαντες ἐς τὴν Ἀργείαν τῆς τε γῆς ἔτεμον οὐ πολλὴν καὶ σῖτον ἀνεκομίσαντό τινα ζεύγη κομίσαντες, καὶ ἐς Ὀρνεὰς κατοικίσαντες τοὺς Ἀργείων φυγάδας καὶ τῆς ἄλλης στρατιᾶς παρακαταλιπόντες αὐτοῖς ὀλίγους, καὶ σπεισάμενοί τινα χρόνον ὥστε μὴ ἀδικεῖν Ὀρνεάτας καὶ Ἀργείους τὴν ἀλλήλων, ἀπεχώρησαν τῷ στρατῷ ἐπ’ οἴκου.
しかしラケデイモン人と、コリントス人を除く同盟国は、同じ冬にアルゴス領へと遠征し、その土地の一部を荒らしたが(多くはなかった)、荷車を持参して穀物をいくらか持ち去った。 また、アルゴスの亡命者たちをオルネアイに定住させ、彼らのために他の軍勢から少数の守備隊をあとに残し、オルネアイ人とアルゴス人が互いの領土を侵略しないように一定期間の休戦協定を結んだ上で、軍を率いて帰国した。
§6.7.2ἐλθόντων δὲ Ἀθηναίων οὐ πολλῷ ὕστερον ναυσὶ τριάκοντα καὶ ἑξακοσίοις ὁπλίταις, οἱ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων πανστρατιᾷ ἐξελθόντες τοὺς μὲν ἐν Ὀρνεαῖς μίαν ἡμέραν ἐπολιόρκουν·
その後まもなく、アテナイ人が30隻の船と600人の重装歩兵とともにやってくると、アルゴス人はアテナイ人とともに全軍で出撃し、オルネアイにいる者たちを一日包囲した。
ὑπὸ δὲ νύκτα αὐλισαμένου τοῦ στρατεύματος ἄπωθεν ἐκδιδράσκουσιν οἱ ἐκ τῶν Ὀρνεῶν.
しかし夜になり、包囲軍が離れた場所で宿営した隙に、オルネアイの住民たちは逃亡した。
καὶ τῇ ὑστεραίᾳ οἱ Ἀργεῖοι ὡς ᾔσθοντο, κατασκάψαντες τὰς Ὀρνεὰς ἀνεχώρησαν καὶ οἱ Ἀθηναῖοι ὕστερον ταῖς ναυσὶν ἐπ’ οἴκου.
そして翌日、アルゴス人はこれに気づくと、オルネアイを徹底的に破壊して撤退し、アテナイ人もその後、船で帰国した。
§6.7.3καὶ ἐς Μεθώνην τὴν ὅμορον Μακεδονίᾳ ἱππέας κατὰ θάλασσαν κομίσαντες Ἀθηναῖοι σφῶν τε αὐτῶν καὶ Μακεδόνων τοὺς παρὰ σφίσι φυγάδας ἐκακούργουν τὴν Περδίκκου.
また、アテナイ人はマケドニアに隣接するメトネに海路で騎兵を運び、自分たちの騎兵と、自分たちのもとにいたマケドニアの亡命者たちによって、ペルディッカスの領土を掠奪した。
§6.7.4Λακεδαιμόνιοι δὲ πέμψαντες παρὰ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης, ἄγοντας πρὸς Ἀθηναίους δεχημέρους σπονδάς, ξυμπολεμεῖν ἐκέλευον Περδίκκᾳ· οἱ δ’ οὐκ ἤθελον.
他方、ラケデイモン人は、アテナイ人との間に十日ごとの休戦協定を結んでいたトラキア地方のカルキディケス人のもとに使節を送り、ペルディッカスと共同で戦うよう要請したが、彼らは応じなかった。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἕκτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
そして冬が終わり、トゥキュディデスが記述したこの戦争の第16年もまた終了した。