Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.7.1-6.7.4

奥尔涅艾的摧毁与战争第十六年结束

第 623 段,共 917 段 · 希腊语

内容简介

叙述了拉栖代梦人对阿耳戈斯的远征、雅典与阿耳戈斯联军对奥尔涅艾的围攻与摧毁、雅典人在马其顿的掠夺以及战争第十六年的结束。

§6.7.1καὶ οἱ μὲν πρέσβεις τῶν Ἀθηναίων ἀπεστάλησαν ἐς τὴν Σικελίαν·
于是,雅典人的使者被派往西西里。
Λακεδαιμόνιοι δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων στρατεύσαντες ἐς τὴν Ἀργείαν τῆς τε γῆς ἔτεμον οὐ πολλὴν καὶ σῖτον ἀνεκομίσαντό τινα ζεύγη κομίσαντες, καὶ ἐς Ὀρνεὰς κατοικίσαντες τοὺς Ἀργείων φυγάδας καὶ τῆς ἄλλης στρατιᾶς παρακαταλιπόντες αὐτοῖς ὀλίγους, καὶ σπεισάμενοί τινα χρόνον ὥστε μὴ ἀδικεῖν Ὀρνεάτας καὶ Ἀργείους τὴν ἀλλήλων, ἀπεχώρησαν τῷ στρατῷ ἐπ’ οἴκου.
而在同一个冬天,拉栖代梦人及除哥林多人以外的盟友出兵侵入阿耳戈斯境内,他们摧毁了小部分土地,并带去一些车马运回了部分粮食;并将阿耳戈斯的流亡者安置在奥尔涅艾,为他们留下了其余军队中的少数守备队,并在缔结了一定期限的休战协定以使奥尔涅艾人和阿耳戈斯人互不侵犯彼此领土之后,便率军撤回本国。
§6.7.2ἐλθόντων δὲ Ἀθηναίων οὐ πολλῷ ὕστερον ναυσὶ τριάκοντα καὶ ἑξακοσίοις ὁπλίταις, οἱ Ἀργεῖοι μετὰ τῶν Ἀθηναίων πανστρατιᾷ ἐξελθόντες τοὺς μὲν ἐν Ὀρνεαῖς μίαν ἡμέραν ἐπολιόρκουν·
不久之后,当雅典人率领三十艘船只和六百名重装步兵到达时,阿耳戈斯人与雅典人一起全军出动,将奥尔涅艾城中的人包围了一天。
ὑπὸ δὲ νύκτα αὐλισαμένου τοῦ στρατεύματος ἄπωθεν ἐκδιδράσκουσιν οἱ ἐκ τῶν Ὀρνεῶν.
但在夜色掩护下,当包围军在较远的地方露营时,奥尔涅艾城中的人逃跑了。
καὶ τῇ ὑστεραίᾳ οἱ Ἀργεῖοι ὡς ᾔσθοντο, κατασκάψαντες τὰς Ὀρνεὰς ἀνεχώρησαν καὶ οἱ Ἀθηναῖοι ὕστερον ταῖς ναυσὶν ἐπ’ οἴκου.
次日,阿耳戈斯人察觉到这一点后,便将奥尔涅艾彻底摧毁并撤走,雅典人随后也乘船返回家园。
§6.7.3καὶ ἐς Μεθώνην τὴν ὅμορον Μακεδονίᾳ ἱππέας κατὰ θάλασσαν κομίσαντες Ἀθηναῖοι σφῶν τε αὐτῶν καὶ Μακεδόνων τοὺς παρὰ σφίσι φυγάδας ἐκακούργουν τὴν Περδίκκου.
雅典人还用船只将他们自己的骑兵以及在他们那里的马其顿流亡者运送到与马其顿相邻的梅托内,并骚扰掠夺斐迪卡斯的领地。
§6.7.4Λακεδαιμόνιοι δὲ πέμψαντες παρὰ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης, ἄγοντας πρὸς Ἀθηναίους δεχημέρους σπονδάς, ξυμπολεμεῖν ἐκέλευον Περδίκκᾳ· οἱ δ’ οὐκ ἤθελον.
而拉栖代梦人则派人去见色雷斯沿海的哈尔基迪凯人(他们与雅典人订有十日一续的休战协定),敦促他们与斐迪卡斯共同作战;但他们不愿服从。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἕκτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
冬天结束了,修昔底德所著的这场战争的第十六个年头也随之结束了。

词汇与语法注释

  1. 6.7.1τῆς τε γῆς ἔτεμον οὐ πολλὴν — τῆς γῆς 为部分属格,修饰动词 ἔτεμον 的直接宾语 οὐ πολλὴν(意为“不多的一部分土地”)。
  2. 6.7.1ὥστε μὴ ἀδικεῖν Ὀρνεάτας καὶ Ἀργείους τὴν ἀλλήλων — 为 ὥστε 引导不定式 ἀδικεῖν 的结构。对格短语 Ὀρνεάτας καὶ Ἀργείους 作为该不定式的主语,而在阴性冠词与属格代词 τὴν ἀλλήλων 后面省略了表示“土地”的名词 γῆν。
  3. 6.7.2ὑπὸ δὲ νύκτα αὐλισαμένου τοῦ στρατεύματος ἄπωθεν — αὐλισαμένου τοῦ στρατεύματος 为独立属格结构。介词短语 ὑπὸ νύκτα(意为“入夜时分”或“在夜色掩护下”)作为时间状语,副词 ἄπωθεν(“在远处”)修饰分词 αὐλισαμένου。
  4. 6.7.3σφῶν τε αὐτῶν καὶ Μακεδόνων τοὺς παρὰ σφίσι φυγάδας — 修饰对格名词 ἱππέας(骑兵)两个并列成分:反身代词属格 σφῶν αὐτῶν(“他们自己的”)以及受介词短语 παρὰ σφίσι(“在他们那里的”)修饰的名词短语 Μακεδόνων... φυγάδας(“马其顿流亡者”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.7.1-6.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.7.1-6.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。