§6.6.1τοσαῦτα ἔθνη Ἑλλήνων καὶ βαρβάρων Σικελίαν ᾤκει,καὶ ἐπὶ τοσήνδε οὖσαν αὐτὴν οἱ Ἀθηναῖοι στρατεύειν ὥρμηντο, ἐφιέμενοι μὲν τῇ ἀληθεστάτῃ προφάσει τῆς πάσης ἄρξαι, βοηθεῖν δὲ ἅμα εὐπρεπῶς βουλόμενοι τοῖς ἑαυτῶν ξυγγενέσι καὶ τοῖς προσγεγενημένοις ξυμμάχοις.
これほど多くのギリシア人および異民族の部族がシケリアに居住していた。 そして、これほどの大国であるシケリアに対して、アテナイ人は遠征することに熱中していた。 彼らは、最も真実なる本音としては全土を支配することを熱望しつつ、同時にまた、自らの同族や、新たに加わった同盟諸都市を援助したいという、もっともらしい大義名分を掲げていたのである。
§6.6.2μάλιστα δ’ αὐτοὺς ἐξώρμησαν Ἐγεσταίων [τε] πρέσβεις παρόντες καὶ προθυμότερον ἐπικαλούμενοι.
彼らを最も駆り立てたのは、その場に居合わせて、より熱心に救援を求めていたエゲスタ人の使節たちであった。
ὅμοροι γὰρ ὄντες τοῖς Σελινουντίοις ἐς πόλεμον καθέστασαν περί τε γαμικῶν τινῶν καὶ περὶ γῆς ἀμφισβητήτου, καὶ οἱ Σελινούντιοι Συρακοσίους ἐπαγόμενοι ξυμμάχους κατεῖργον αὐτοὺς τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν·
というのも、彼らはセリヌス人と隣接していたため、婚姻に関する何らかの事柄や、係争中の土地をめぐって戦争状態に陥っていたが、セリヌス人はシュラクサイ人を同盟者として招き入れ、陸からも海からも戦争によって彼らを圧迫していたからである。
ὥστε τὴν γενομένην ἐπὶ Λάχητος καὶ τοῦ προτέρου πολέμου Λεοντίνων οἱ Ἐγεσταῖοι ξυμμαχίαν ἀναμιμνῄσκοντες τοὺς Ἀθηναίους ἐδέοντο σφίσι ναῦς πέμψαντας ἐπαμῦναι, λέγοντες ἄλλα τε πολλὰ καὶ κεφάλαιον, εἰ Συρακόσιοι Λεοντίνους τε ἀναστήσαντες ἀτιμώρητοι γενήσονται καὶ τοὺς λοιποὺς ἔτι ξυμμάχους αὐτῶν διαφθείροντες αὐτοὶ τὴν ἅπασαν δύναμιν τῆς Σικελίας σχήσουσι, κίνδυνον εἶναι μή ποτε μεγάλῃ παρασκευῇ Δωριῆς τε Δωριεῦσι κατὰ τὸ ξυγγενὲς καὶ ἅμα ἄποικοι τοῖς ἐκπέμψασι Πελοποννησίοις βοηθήσαντες καὶ τὴν ἐκείνων δύναμιν ξυγκαθέλωσιν·
そこでエゲスタ人は、ラケスの時代、かつてのレオンティノイ人の戦争の際に結ばれた同盟をアテナイ人に思い起こさせ、船を派遣して自分たちを救援してくれるよう懇願した。 彼らは他の多くのこととともに、とりわけ要点として次のことを語った。 もしシュラクサイ人が、レオンティノイ人を追い払ったまま罰せられずに終わり、残された同盟国をもさらに滅ぼして彼ら自身がシケリアの全勢力を握るようになるならば、いつの日か、ドーリス人が同族関係に基づいてドーリス人を援助し、同時にまた入植者として自らを送り出したペロポネソス人たちを援助して、アテナイ人の権力を共同で引き倒す危険がある。
σῶφρον δ’ εἶναι μετὰ τῶν ὑπολοίπων ἔτι ξυμμάχων ἀντέχειν τοῖς Συρακοσίοις, ἄλλως τε καὶ χρήματα σφῶν παρεξόντων ἐς τὸν πόλεμον ἱκανά.
したがって、残された同盟国とともにシュラクサイ人に対抗することが賢明であり、とりわけ自分たちが戦争のために十分な資金を提供するのだから、と。
§6.6.3ὧν ἀκούοντες οἱ Ἀθηναῖοι ἐν ταῖς ἐκκλησίαις τῶν τε Ἐγεσταίων πολλάκις λεγόντων καὶ τῶν ξυναγορευόντων αὐτοῖς ἐψηφίσαντο πρέσβεις πέμψαι πρῶτον ἐς τὴν Ἔγεσταν περί τε τῶν χρημάτων σκεψομένους εἰ ὑπάρχει, ὥσπερ φασίν, ἐν τῷ κοινῷ καὶ ἐν τοῖς ἱεροῖς, καὶ τὰ τοῦ πολέμου ἅμα πρὸς τοὺς Σελινουντίους ἐν ὅτῳ ἐστὶν εἰσομένους.
民会において、エゲスタ人たちが何度も主張し、また彼らを支持する者たちが賛同して語るのを耳にして、アテナイ人は、まずエゲスタに使節を派遣することを議決した。 その目的は、資金について、彼らが言うように、公庫や神殿に実際に存在しているかどうかを調査させ、同時にまた、セリヌス人に対する戦争がどのような状態にあるのかを知るためであった。