§6.4.1κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἄγων ἐς Σικελίαν ἀφίκετο, καὶ ὑπὲρ Παντακύου τε ποταμοῦ Τρώτιλόν τι ὄνομα χωρίον οἰκίσας, καὶ ὕστερον αὐτόθεν τοῖς Χαλκιδεῦσιν ἐς Λεοντίνους ὀλίγον χρόνον ξυμπολιτεύσας καὶ ὑπὸ αὐτῶν ἐκπεσὼν καὶ Θάψον οἰκίσας αὐτὸς μὲν ἀποθνῄσκει, οἱ δ’ ἄλλοι ἐκ τῆς Θάψου ἀναστάντες Ὕβλωνος βασιλέως Σικελοῦ προδόντος τὴν χώραν καὶ καθηγησαμένου Μεγαρέας ᾤκισαν τοὺς Ὑβλαίους κληθέντας.
同じ頃、ラミスがメガラから植民を率いてシケリアに到着した。 彼はパンタキュアス川の上流にトロティロスという場所を建設し、後にそこからレオンティノイに移ってハルキス人たちと短期間共同で市民生活を送ったが、彼らによって追放され、タプソスを建設したのち、彼自身はそこで世を去った。 しかし残りの者たちは、シケロイ人の王ヒュブロンが土地を譲り渡し、彼らを先導したため、タプソスから立ち退き、ヒュブラのメガラ人と呼ばれるメガラを創建した。
§6.4.2καὶ ἔτη οἰκήσαντες πέντε καὶ τεσσαράκοντα καὶ διακόσια ὑπὸ Γέλωνος τυράννου Συρακοσίων ἀνέστησαν ἐκ τῆς πόλεως καὶ χώρας.
彼らはそこに二百四十五年間住んだが、シュラクサイの僭主ゲロンによって市と土地から立ち退かされた。
πρὶν δὲ ἀναστῆναι, ἔτεσιν ὕστερον ἑκατὸν ἢ αὐτοὺς οἰκίσαι, Πάμιλλον πέμψαντες Σελινοῦντα κτίζουσι, καὶ ἐκ Μεγάρων τῆς μητροπόλεως οὔσης αὐτοῖς ἐπελθὼν ξυγκατῴκισεν.
立ち退かされるより前、自分たちが創建してから百年後に、彼らはパミロスを派遣してセリヌスを建てるが、彼らの母都市であるメガラからパミロスがやって来て、共同でその地を創建したのである。
§6.4.3Γέλαν δὲ Ἀντίφημος ἐκ Ῥόδου καὶ Ἔντιμος ἐκ Κρήτης ἐποίκους ἀγαγόντες κοινῇ ἔκτισαν, ἔτει πέμπτῳ καὶ τεσσαρακοστῷ μετὰ Συρακουσῶν οἴκισιν.
ゲラは、ロドスからのアンティペモスとクレタからのエンティモスが、入植者を率いて共同で創建した。 シュラクサイの創建から四十五年目のことである。
καὶ τῇ μὲν πόλει ἀπὸ τοῦ Γέλα ποταμοῦ τοὔνομα ἐγένετο, τὸ δὲ χωρίον οὗ νῦν ἡ πόλις ἐστὶ καὶ ὃ πρῶτον ἐτειχίσθη Λίνδιοι καλεῖται·
この市はゲラ川からその名が付き、現在市がある場所で、最初に城壁で囲まれた場所はリンディオイと呼ばれている。
νόμιμα δὲ Δωρικὰ ἐτέθη αὐτοῖς.
そしてドーリス式の法が彼らに制定された。
§6.4.4ἔτεσι δὲ ἐγγύτατα ὀκτὼ καὶ ἑκατὸν μετὰ τὴν σφετέραν οἴκισιν Γελῷοι Ἀκράγαντα ᾤκισαν, τὴν μὲν πόλιν ἀπὸ τοῦ Ἀκράγαντος ποταμοῦ ὀνομάσαντες, οἰκιστὰς δὲ ποιήσαντες Ἀριστόνουν καὶ Πυστίλον, νόμιμα δὲ τὰ Γελῴων δόντες.
自らの創建からほぼ百八年後に、ゲラの人々はアクラガスを創建した。 彼らはアクラガス川から市の名を取り、創設者としてアリストヌオスとピスティロスを定め、ゲラの法を与えた。
§6.4.5Ζάγκλη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ Κύμης τῆς ἐν Ὀπικίᾳ Χαλκιδικῆς πόλεως λῃστῶν ἀφικομένων ᾠκίσθη, ὕστερον δὲ καὶ ἀπὸ Χαλκίδος καὶ τῆς ἄλλης Εὐβοίας πλῆθος ἐλθὸν ξυγκατενείμαντο τὴν γῆν·
ザンクレは当初、オピキアのハルキス人都市であるクメから海賊がやって来て創建されたが、のちにハルキスや他のエウボイアからも大勢の群衆がやって来て土地を分配し、共同で入植した。
καὶ οἰκισταὶ Περιήρης καὶ Κραταιμένης ἐγένοντο αὐτῆς, ὁ μὲν ἀπὸ Κύμης, ὁ δὲ ἀπὸ Χαλκίδος.
創設者はペリエレスとクラタイメネスで、一方はクメから、他方はハルキスからであった。
ὄνομα δὲ τὸ μὲν πρῶτον Ζάγκλη ἦν ὑπὸ τῶν Σικελῶν κληθεῖσα, ὅτι δρεπανοειδὲς τὴν ἰδέαν τὸ χωρίον ἐστί (τὸ δὲ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσιν), ὕστερον δ’ αὐτοὶ μὲν ὑπὸ Σαμίων καὶ ἄλλων Ἰώνων ἐκπίπτουσιν, οἳ Μήδους φεύγοντες προσέβαλον Σικελίᾳ,
最初の名前はシケロイ人によってザンクレと名付けられたが、それはその場所の形状が鎌のようであったからである(シケロイ人は鎌をザンクロンと呼ぶ)。 のちに彼ら自身は、ペルシア人から逃れてシケリアに到来したサモス人や他のイオニア人によって追放された。
§6.4.6τοὺς δὲ Σαμίους Ἀναξίλας Ῥηγίνων τύραννος οὐ πολλῷ ὕστερον ἐκβαλὼν καὶ τὴν πόλιν αὐτὸς ξυμμείκτων ἀνθρώπων οἰκίσας Μεσσήνην ἀπὸ τῆς ἑαυτοῦ τὸ ἀρχαῖον πατρίδος ἀντωνόμασεν.
しかしそれから間もなく、レギオンの僭主アナクシラスがサモス人たちを追い出し、彼自身が混成の人々をこの市に入植させ、彼の本来の祖国にちなんでメッセネと改名した。