Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.4.1-6.4.6

许布莱亚麦加拉与盖拉等诸城的建立

第 620 段,共 917 段 · 希腊语

内容简介

叙述了麦加拉殖民者建立许布莱亚麦加拉及随后塞利努斯的建立,以及盖拉、阿克拉加斯和赞克勒(后改名梅塞内)的建城与势力变迁历史。

§6.4.1κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἄγων ἐς Σικελίαν ἀφίκετο, καὶ ὑπὲρ Παντακύου τε ποταμοῦ Τρώτιλόν τι ὄνομα χωρίον οἰκίσας, καὶ ὕστερον αὐτόθεν τοῖς Χαλκιδεῦσιν ἐς Λεοντίνους ὀλίγον χρόνον ξυμπολιτεύσας καὶ ὑπὸ αὐτῶν ἐκπεσὼν καὶ Θάψον οἰκίσας αὐτὸς μὲν ἀποθνῄσκει, οἱ δ’ ἄλλοι ἐκ τῆς Θάψου ἀναστάντες Ὕβλωνος βασιλέως Σικελοῦ προδόντος τὴν χώραν καὶ καθηγησαμένου Μεγαρέας ᾤκισαν τοὺς Ὑβλαίους κληθέντας.
大约在同一时间,拉米斯也率领殖民者从麦加拉来到西西里。 他在潘塔库亚斯河上游建立了一个名为特罗提鲁斯的地方,后来又从那里出发,与莱翁蒂尼的哈尔基斯人共同生活了很短的时间;但被他们驱逐后,他又建立了塔普索斯,其后他本人在此去世。 然而其余的人在搬离塔普索斯后,由于锡库里人国王许布隆让出土地并为他们引路,他们便建立了被称为许布莱亚麦加拉的城市。
§6.4.2καὶ ἔτη οἰκήσαντες πέντε καὶ τεσσαράκοντα καὶ διακόσια ὑπὸ Γέλωνος τυράννου Συρακοσίων ἀνέστησαν ἐκ τῆς πόλεως καὶ χώρας.
他们在此居住了二百四十五年,后被叙拉古僭主盖隆从城市和土地中驱逐出去。
πρὶν δὲ ἀναστῆναι, ἔτεσιν ὕστερον ἑκατὸν ἢ αὐτοὺς οἰκίσαι, Πάμιλλον πέμψαντες Σελινοῦντα κτίζουσι, καὶ ἐκ Μεγάρων τῆς μητροπόλεως οὔσης αὐτοῖς ἐπελθὼν ξυγκατῴκισεν.
在被驱逐之前,即在他们自己建城的一百年后,他们派出了帕米卢斯并建立了塞利努斯,帕米卢斯从作为他们母邦的麦加拉前来,与他们共同创建了该城。
§6.4.3Γέλαν δὲ Ἀντίφημος ἐκ Ῥόδου καὶ Ἔντιμος ἐκ Κρήτης ἐποίκους ἀγαγόντες κοινῇ ἔκτισαν, ἔτει πέμπτῳ καὶ τεσσαρακοστῷ μετὰ Συρακουσῶν οἴκισιν.
盖拉是由来自罗得岛的安蒂菲穆斯和来自克里特岛的恩蒂穆斯率领移民共同建立的,时值叙拉古建立后的第四十五年。
καὶ τῇ μὲν πόλει ἀπὸ τοῦ Γέλα ποταμοῦ τοὔνομα ἐγένετο, τὸ δὲ χωρίον οὗ νῦν ἡ πόλις ἐστὶ καὶ ὃ πρῶτον ἐτειχίσθη Λίνδιοι καλεῖται· νόμιμα δὲ Δωρικὰ ἐτέθη αὐτοῖς.
这座城市得名于盖拉河,而如今城市所在且最初筑有城墙的地方被称为林迪奥伊;他们还被赋予了多利亚式的法律。
§6.4.4ἔτεσι δὲ ἐγγύτατα ὀκτὼ καὶ ἑκατὸν μετὰ τὴν σφετέραν οἴκισιν Γελῷοι Ἀκράγαντα ᾤκισαν, τὴν μὲν πόλιν ἀπὸ τοῦ Ἀκράγαντος ποταμοῦ ὀνομάσαντες, οἰκιστὰς δὲ ποιήσαντες Ἀριστόνουν καὶ Πυστίλον, νόμιμα δὲ τὰ Γελῴων δόντες.
在其自身建城约一百零八年后,盖拉人建立了阿克拉加斯,城市得名于阿克拉加斯河,他们立阿里斯托努斯和皮斯蒂卢斯为建城者,并赋予了盖拉人自己的法律。
§6.4.5Ζάγκλη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ Κύμης τῆς ἐν Ὀπικίᾳ Χαλκιδικῆς πόλεως λῃστῶν ἀφικομένων ᾠκίσθη, ὕστερον δὲ καὶ ἀπὸ Χαλκίδος καὶ τῆς ἄλλης Εὐβοίας πλῆθος ἐλθὸν ξυγκατενείμαντο τὴν γῆν· καὶ οἰκισταὶ Περιήρης καὶ Κραταιμένης ἐγένοντο αὐτῆς, ὁ μὲν ἀπὸ Κύμης, ὁ δὲ ἀπὸ Χαλκίδος.
赞克勒起初是由来自奥皮基亚的哈尔基斯人城市库墨的私掠者抵达后建立的,但后来也有大批人从哈尔基斯及优卑亚的其他地方前来,共同分配了土地;配里埃雷斯和克拉泰梅内斯成为了它的建城者,前者来自库墨,后者来自哈尔基斯。
ὄνομα δὲ τὸ μὲν πρῶτον Ζάγκλη ἦν ὑπὸ τῶν Σικελῶν κληθεῖσα, ὅτι δρεπανοειδὲς τὴν ἰδέαν τὸ χωρίον ἐστί (τὸ δὲ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσιν), ὕστερον δ’ αὐτοὶ μὲν ὑπὸ Σαμίων καὶ ἄλλων Ἰώνων ἐκπίπτουσιν, οἳ Μήδους φεύγοντες προσέβαλον Σικελίᾳ,
其最初的名字是由锡库里人命名的赞克勒,因为该地在外形上呈镰刀状(锡库里人称镰刀为赞克隆);但后来,他们自己被为躲避波斯人而来到西西里的萨摩斯人及其他爱奥尼亚人驱逐出去。
§6.4.6τοὺς δὲ Σαμίους Ἀναξίλας Ῥηγίνων τύραννος οὐ πολλῷ ὕστερον ἐκβαλὼν καὶ τὴν πόλιν αὐτὸς ξυμμείκτων ἀνθρώπων οἰκίσας Μεσσήνην ἀπὸ τῆς ἑαυτοῦ τὸ ἀρχαῖον πατρίδος ἀντωνόμασεν.
但不久之后,雷吉翁的僭主阿纳克西拉斯驱逐了萨摩斯人,他自己用混合人口重建了该城,并根据他自己古老的祖国将其改名为梅塞内。

词汇与语法注释

  1. §6.4.1Ὕβλωνος ... προδόντος ... καὶ καθηγησαμένου — 属格独立结构。逻辑主语是 Ὕβλωνος,并列连接了两个分词:προδόντος(πρόδιδωμι 的不定过去时分词)和 καθηγησαμένου(καθηγέομαι 的不定过去时分词)。动词 πρόδιδωμι 在此处并非意为“背叛”,而是取其积极意义,意为“让出”或“提供”土地。
  2. §6.4.2ἔτεσιν ὕστερον ἑκατὸν ἢ αὐτοὺς οἰκίσαι — 紧跟在比较级副词 ὕστερον 之后的连词 ἢ 在此处起到表示时间关系(“……之后”)的作用,引导一个“对格加不定式”结构。αὐτοὺς 是不定式 οἰκίσαι(οἰκίζω 的不定过去时不定式)的逻辑主语(对格),指的是麦加拉人自己建立他们自己的城市。
  3. §6.4.5τὴν ἰδέαν — 名词 ἰδέα 的单数对格形式,用作关系对格(或称限定对格),修饰形容词 δρεπανοειδές,意为“在外形上”或“在形状上”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.4.1-6.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.4.1-6.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。