§6.34.1‘θαρσοῦντες οὖν τά τε αὐτοῦ παρασκευαζώμεθα καὶ ἐς τοὺς Σικελοὺς πέμποντες τοὺς μὲν μᾶλλον βεβαιωσώμεθα, τοῖς δὲ φιλίαν καὶ ξυμμαχίαν πειρώμεθα ποιεῖσθαι, ἔς τε τὴν ἄλλην Σικελίαν πέμπωμεν πρέσβεις δηλοῦντες ὡς κοινὸς ὁ κίνδυνος, καὶ ἐς τὴν Ἰταλίαν, ὅπως ἢ ξυμμαχίαν ποιώμεθα ἡμῖν ἢ μὴ δέχωνται Ἀθηναίους.
「それゆえ、我々は勇気を持って、ここでの準備を整え、シケロス人たちのもとへ使節を送って、ある者たちとは紐帯をより確かなものとし、他の者たちとは友好と同盟を結ぶよう努めましょう。 また他のシケリア全土へも、この危機が共通のものであることを示す使節を派遣し、イタリアへも、我々との同盟を結ぶか、あるいはアテナイ人を受け入れないようにするために使節を派遣しましょう。
§6.34.2δοκεῖ δέ μοι καὶ ἐς Καρχηδόνα ἄμεινον εἶναι πέμψαι·
また、カルタゴへも使節を送ることがより良いと私は考えます。
οὐ γὰρ ἀνέλπιστον αὐτοῖς, ἀλλ᾽ αἰεὶ διὰ φόβου εἰσὶ μή ποτε Ἀθηναῖοι αὐτοῖς ἐπὶ τὴν πόλιν ἔλθωσιν, ὥστε τάχ’ ἂν ἴσως νομίσαντες, εἰ τάδε προήσονται, κἂν σφεῖς ἐν πόνῳ εἶναι, ἐθελήσειαν ἡμῖν ἤτοι κρύφα γε ἢ φανερῶς ἢ ἐξ ἑνός γέ του τρόπου ἀμῦναι.
というのも、彼らにとってこの事態は予想外のことではなく、アテナイ人がいつか自分たちの都市に攻めてくるのではないかと常に恐れているからです。 したがって、もしこれを見捨てるなら、自分たちも困難に陥るかもしれないと考え、おそらく、密かにであれ、公然とであれ、あるいは何らかの方法であれ、我々を援助しようとするでしょう。
δυνατοὶ δὲ εἰσὶ μάλιστα τῶν νῦν, βουληθέντες·
彼らは望みさえすれば、今日の国々のうちで最も力を持っています。
χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον κέκτηνται, ὅθεν ὅ τε πόλεμος καὶ τἆλλα εὐπορεῖ.
彼らは金や銀を極めて豊富に所有しており、それによって戦争も他のあらゆることも容易に進むからです。
§6.34.3πέμπωμεν δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ ἐς Κόρινθον δεόμενοι δεῦρο κατὰ τάχος βοηθεῖν καὶ τὸν ἐκεῖ πόλεμον κινεῖν.
また、ラケダイモンとコリントスへも使節を送り、速やかにこちらへ救援に来ること、そしてあちらでの戦争を再開することを求めましょう。
§6.34.4ὃ δὲ μάλιστα ἐγώ τε νομίζω ἐπίκαιρον ὑμεῖς τε διὰ τὸ ξύνηθες ἥσυχον ἥκιστ’ ἂν ὀξέως πείθοισθε, ὅμως εἰρήσεται.
そして、私が最も時宜を得ていると考え、かつあなた方がいつもの平穏を好む傾向のために最も同意しそうにない提案ですが、それでも私は語ることにします。
Σικελιῶται γὰρ εἰ ἐθέλοιμεν ξύμπαντες, εἰ δὲ μή, ὅτι πλεῖστοι μεθ’ ἡμῶν, καθελκύσαντες ἅπαν τὸ ὑπάρχον ναυτικὸν μετὰ δυοῖν μηνοῖν τροφῆς ἀπαντῆσαι Ἀθηναίοις ἐς Τάραντα καὶ ἄκραν Ἰαπυγίαν, καὶ δῆλον ποιῆσαι αὐτοῖς ὅτι οὐ περὶ τῆς Σικελίας πρότερον ἔσται ὁ ἀγὼν ἢ τοῦ ἐκείνους περαιωθῆναι τὸν Ἰόνιον, μάλιστ᾽ ἂν αὐτοὺς ἐκπλήξαιμεν καὶ ἐς λογισμὸν καταστήσαιμεν ὅτι ὁρμώμεθα μὲν ἐκ φιλίας χώρας φύλακες (ὑποδέχεται γὰρ ἡμᾶς Τάρας), τὸ δὲ πέλαγος αὐτοῖς πολὺ περαιοῦσθαι μετὰ πάσης τῆς παρασκευῆς, χαλεπὸν δὲ διὰ πλοῦ μῆκος ἐν τάξει μεῖναι, καὶ ἡμῖν ἂν εὐεπίθετος εἴη, βραδεῖά τε καὶ κατ’ ὀλίγον προσπίπτουσα.
すなわち、我々シケリア人が全員で、それが無理なら、できるだけ多くの者が我々とともに、現有するすべての艦隊を水に下ろし、二ヶ月分の食糧を携えて、アテナイ人をタラスおよびイアピュギア岬で迎え撃つこと、そして、戦いはシケリアをめぐって行われるよりも前に、まず彼らがイオニア海を渡ることをめぐって行われるのだということを彼らに示すなら、我々は彼らを大いに驚かせ、次のことを熟考させるに違いありません。 すなわち、我々は味方の国から番人として出撃するのに対し(タラスが我々を受け入れてくれます)、彼らにとっては全軍備を伴って大洋を渡らねばならず、また航路の長さのために秩序を保って進むことは困難であり、したがって我々にとっては、遅れて少しずつ到着する彼らは攻撃しやすい存在になるだろうということです。
§6.34.5εἰ δ’ αὖ τῷ ταχυναυτοῦντι ἁθροωτέρῳ κουφίσαντες προσβάλοιεν, εἰ μὲν κώπαις χρήσαιντο, ἐπιθοίμεθ’ ἂν κεκμηκόσιν, εἰ δὲ μὴ δοκοίη, ἔστι καὶ ὑποχωρῆσαι ἡμῖν ἐς Τάραντα·
他方、もし彼らが快速船をまとめて軽量化して攻撃を仕掛けてくるならば、もし彼らが櫂を用いるなら、我々は疲弊した彼らを襲撃することができ、もしそうすることが良策と思われなければ、我々がタラスへ退却することも可能です。
οἱ δὲ μετ’ ὀλίγων ἐφοδίων ὡς ἐπὶ ναυμαχίᾳ περαιωθέντες ἀποροῖεν ἂν κατὰ χωρία ἐρῆμα, καὶ ἢ μένοντες πολιορκοῖντο ἂν ἢ πειρώμενοι παραπλεῖν τήν τε ἄλλην παρασκευὴν ἀπολείποιεν ἂν καὶ τὰ τῶν πόλεων οὐκ ἂν βέβαια ἔχοντες, εἰ ὑποδέξοιντο, ἀθυμοῖεν.
しかし彼らは、海戦を想定して僅かな糧食だけで海を渡ってきたために、荒涼とした場所で途方に暮れることになり、そこに留まれば包囲されるか、あるいは沿岸を航行しようと試みるならば、他の軍備を置き去りにせねばならず、また、諸都市が自分たちを受け入れてくれるかどうかも不確実なため、意気消沈することでしょう。
§6.34.6ὥστ’ ἔγωγε τούτῳ τῷ λογισμῷ ἡγοῦμαι ἀποκλῃομένους αὐτοὺς οὐδ’ ἂν ἀπᾶραι ἀπὸ Κερκύρας, ἀλλ’ ἢ διαβουλευσαμένους καὶ κατασκοπαῖς χρωμένους, ὁπόσοι τ’ ἐσμὲν καὶ ἐν ᾧ χωρίῳ, ἐξωσθῆναι ἂν τῇ ὥρᾳ ἐς χειμῶνα, ἢ καταπλαγέντας τῷ ἀδοκήτῳ καταλῦσαι ἂν τὸν πλοῦν, ἄλλως τε καὶ τοῦ ἐμπειροτάτου τῶν στρατηγῶν, ὡς ἐγὼ ἀκούω, ἄκοντος ἡγουμένου καὶ ἀσμένου ἂν πρόφασιν λαβόντος, εἴ τι ἀξιόχρεων ἀφ’ ἡμῶν ὀφθείη.
したがって、私はこのような熟考に基づき、彼らは退路を断たれて、ケルキュラから出航すらしないだろうと考えています。 むしろ、我々の数や所在について熟議し偵察を行っているうちに、季節によって冬へと押し流されるか、あるいは予期せぬ事態に畏怖して遠征そのものを中止するでしょう。 殊に、私が耳にしているところによれば、最も経験豊かな将軍が不本意ながら指揮を執っており、我々の側に何か強力な防衛体制が見られれば、彼は口実を得て喜んで遠征を中止するでしょうから。
§6.34.7ἀγγελλοίμεθα δ’ ἂν εὖ οἶδ’ ὅτι ἐπὶ τὸ πλέον·
また、我々に関する情報は、必ずや誇張されて彼らに報じられることでしょう。
τῶν δ’ ἀνθρώπων πρὸς τὰ λεγόμενα καὶ αἱ γνῶμαι ἵστανται, καὶ τοὺς προεπιχειροῦντας ἢ τοῖς γε ἐπιχειροῦσι προδηλοῦντας ὅτι ἀμυνοῦνται μᾶλλον πεφόβηνται, ἰσοκινδύνους ἡγούμενοι.
人々の決意というものは噂によって決定されるものであり、また、先に攻撃を仕掛ける者や、少なくとも攻撃を仕掛けようとする者たちに対して防御する姿勢をあらかじめ示す者たちを、人々はより恐れるものだからです。 彼らを、自分たちと同じ危険を冒す者とみなすからです。
§6.34.8ὅπερ ἂν νῦν Ἀθηναῖοι πάθοιεν.
これこそ、今まさにアテナイ人が被るであろう事態です。
ἐπέρχονται γὰρ ἡμῖν ὡς οὐκ ἀμυνουμένοις, δικαίως κατεγνωκότες ὅτι αὐτοὺς οὐ μετὰ Λακεδαιμονίων ἐφθείρομεν·
彼らは我々が防戦しないものと考えて来襲しています。 我々がラケダイモン人と協力して彼らを滅ぼさなかったことから、そう判断したのも無理はありません。
εἰ δ’ ἴδοιεν παρὰ γνώμην τολμήσαντας, τῷ ἀδοκήτῳ μᾶλλον ἂν καταπλαγεῖεν ἢ τῇ ἀπὸ τοῦ ἀληθοῦς δυνάμει.
しかし、もし彼らが予想に反して我々が果敢に行動するのを見るならば、実際の軍事力によるよりも、その不意打ちによって、よりいっそう畏怖することでしょう。
§6.34.9‘πείθεσθε οὖν μάλιστα μὲν ταῦτα τολμήσαντες, εἰ δὲ μή, ὅτι τάχιστα τἆλλα ἐς τὸν πόλεμον ἑτοιμάζειν, καὶ παραστῆναι παντὶ τὸ μὲν καταφρονεῖν τοὺς ἐπιόντας ἐν τῶν ἔργων τῇ ἀλκῇ δείκνυσθαι, τὸ δ’ ἤδη τὰς μετὰ φόβου παρασκευὰς ἀσφαλεστάτας νομίσαντας ὡς ἐπὶ κινδύνου πράσσειν χρησιμώτατον ἂν ξυμβῆναι.
それゆえ、最も望ましいのは、これらを敢行することに同意していただくことですが、それが無理なら、他の方策をできる限り速やかに戦争に備えて整えることです。 そして、来襲する者たちを侮ることは実際の戦闘の勇猛さにおいて示されるべきである一方、現時点では、恐怖を伴った入念な準備こそが最も安全であると見なして、まるで危機に直面しているかのように行動することが、最も有益な結果をもたらすのだという認識を、すべての人が共有すべきです。
οἱ δὲ ἄνδρες καὶ ἐπέρχονται καὶ ἐν πλῷ εὖ οἶδ’ ὅτι ἤδη εἰσὶ καὶ ὅσον οὔπω πάρεισιν.
敵は現に攻めてきており、私が確信しているように、すでに航行中であり、まもなく到着するのですから。
’
」