Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.34.1-6.34.9

赫尔莫克拉底关于争取盟友与海上迎击的提议

第 650 段,共 917 段 · 希腊语

内容简介

赫尔莫克拉底提议向西西里诸城邦及周边国家派遣使者以争取同盟与援助,并主张采取海上先发制人的海军战略以阻击雅典舰队。

§6.34.1‘θαρσοῦντες οὖν τά τε αὐτοῦ παρασκευαζώμεθα καὶ ἐς τοὺς Σικελοὺς πέμποντες τοὺς μὲν μᾶλλον βεβαιωσώμεθα, τοῖς δὲ φιλίαν καὶ ξυμμαχίαν πειρώμεθα ποιεῖσθαι, ἔς τε τὴν ἄλλην Σικελίαν πέμπωμεν πρέσβεις δηλοῦντες ὡς κοινὸς ὁ κίνδυνος, καὶ ἐς τὴν Ἰταλίαν, ὅπως ἢ ξυμμαχίαν ποιώμεθα ἡμῖν ἢ μὴ δέχωνται Ἀθηναίους.
“因此,让我们鼓起勇气,做好本土的准备。 同时,派人去西凯尔人那里,巩固一部分人的关系,并争取与其他人建立友好和同盟。 我们还要向西西里其他地方派去使者,表明危险是共同的;也派人去意大利,以便我们要么与他们结盟,要么使他们不接纳雅典人。
§6.34.2δοκεῖ δέ μοι καὶ ἐς Καρχηδόνα ἄμεινον εἶναι πέμψαι·
依我看,派人去迦太基也是上策。
οὐ γὰρ ἀνέλπιστον αὐτοῖς, ἀλλ᾽ αἰεὶ διὰ φόβου εἰσὶ μή ποτε Ἀθηναῖοι αὐτοῖς ἐπὶ τὴν πόλιν ἔλθωσιν, ὥστε τάχ’ ἂν ἴσως νομίσαντες, εἰ τάδε προήσονται, κἂν σφεῖς ἐν πόνῳ εἶναι, ἐθελήσειαν ἡμῖν ἤτοι κρύφα γε ἢ φανερῶς ἢ ἐξ ἑνός γέ του τρόπου ἀμῦναι.
因为对他们来说,这并非预料之外的事,他们总是担心雅典人有朝一日会进攻他们的城市。 因此,他们或许会认为,如果放弃这里,他们自己也将陷入困境,从而愿意或暗中、或公开、或以任何一种方式援助我们。
δυνατοὶ δὲ εἰσὶ μάλιστα τῶν νῦν, βουληθέντες· χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον κέκτηνται, ὅθεν ὅ τε πόλεμος καὶ τἆλλα εὐπορεῖ.
如果他们愿意,他们是目前最强大的力量;因为他们拥有最多的金银,而战争和其他一切的富足皆源于此。
§6.34.3πέμπωμεν δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ ἐς Κόρινθον δεόμενοι δεῦρο κατὰ τάχος βοηθεῖν καὶ τὸν ἐκεῖ πόλεμον κινεῖν.
我们还应向拉刻代蒙和科林斯派遣使者,请求他们迅速向这里派兵救援,并重燃那里的战争。
§6.34.4ὃ δὲ μάλιστα ἐγώ τε νομίζω ἐπίκαιρον ὑμεῖς τε διὰ τὸ ξύνηθες ἥσυχον ἥκιστ’ ἂν ὀξέως πείθοισθε, ὅμως εἰρήσεται.
还有一项我认为最合时宜、但由于你们一贯喜好安宁而最难迅速听从的建议,尽管如此,我还是要说出来。
Σικελιῶται γὰρ εἰ ἐθέλοιμεν ξύμπαντες, εἰ δὲ μή, ὅτι πλεῖστοι μεθ’ ἡμῶν, καθελκύσαντες ἅπαν τὸ ὑπάρχον ναυτικὸν μετὰ δυοῖν μηνοῖν τροφῆς ἀπαντῆσαι Ἀθηναίοις ἐς Τάραντα καὶ ἄκραν Ἰαπυγίαν, καὶ δῆλον ποιῆσαι αὐτοῖς ὅτι οὐ περὶ τῆς Σικελίας πρότερον ἔσται ὁ ἀγὼν ἢ τοῦ ἐκείνους περαιωθῆναι τὸν Ἰόνιον, μάλιστ᾽ ἂν αὐτοὺς ἐκπλήξαιμεν καὶ ἐς λογισμὸν καταστήσαιμεν ὅτι ὁρμώμεθα μὲν ἐκ φιλίας χώρας φύλακες (ὑποδέχεται γὰρ ἡμᾶς Τάρας), τὸ δὲ πέλαγος αὐτοῖς πολὺ περαιοῦσθαι μετὰ πάσης τῆς παρασκευῆς, χαλεπὸν δὲ διὰ πλοῦ μῆκος ἐν τάξει μεῖναι, καὶ ἡμῖν ἂν εὐεπίθετος εἴη, βραδεῖά τε καὶ κατ’ ὀλίγον προσπίπτουσα.
如果我们全体西西里人——若不能,也尽量让多数人与我们一起——将现有的全部海军下水,带上两个月的给养,在塔兰托和伊阿庇吉亚角迎击雅典人,向他们表明,在他们渡过伊奥尼亚海之前,这场争夺的焦点并非西西里,而是他们能否安全渡海,我们便能极大地震惊他们,并使他们深思:我们是从友好的土地(因为塔兰托接纳我们)出发进行防御的,而他们却必须带着全部装备渡过辽阔的大洋,且由于航程漫长,难以保持队形,因而对我们而言,迟缓且三三两两到达的他们将极易受到攻击。
§6.34.5εἰ δ’ αὖ τῷ ταχυναυτοῦντι ἁθροωτέρῳ κουφίσαντες προσβάλοιεν, εἰ μὲν κώπαις χρήσαιντο, ἐπιθοίμεθ’ ἂν κεκμηκόσιν, εἰ δὲ μὴ δοκοίη, ἔστι καὶ ὑποχωρῆσαι ἡμῖν ἐς Τάραντα·
反之,如果他们精简装备,集结快速战船向我们发起攻击,那么,如果他们使用船桨,我们便可以在他们精疲力竭时予以袭击;如果不便如此,我们也可以退回塔兰托。
οἱ δὲ μετ’ ὀλίγων ἐφοδίων ὡς ἐπὶ ναυμαχίᾳ περαιωθέντες ἀποροῖεν ἂν κατὰ χωρία ἐρῆμα, καὶ ἢ μένοντες πολιορκοῖντο ἂν ἢ πειρώμενοι παραπλεῖν τήν τε ἄλλην παρασκευὴν ἀπολείποιεν ἂν καὶ τὰ τῶν πόλεων οὐκ ἂν βέβαια ἔχοντες, εἰ ὑποδέξοιντο, ἀθυμοῖεν.
而他们仅带少量粮饷,仿佛为进行海战而渡海,必将在荒凉之地陷入困境。 他们要么驻留而遭到围困,要么试图沿岸航行而不得不抛弃其余装备,且由于不能确信各城邦是否会接纳他们而感到沮丧,从而丧失斗志。
§6.34.6ὥστ’ ἔγωγε τούτῳ τῷ λογισμῷ ἡγοῦμαι ἀποκλῃομένους αὐτοὺς οὐδ’ ἂν ἀπᾶραι ἀπὸ Κερκύρας, ἀλλ’ ἢ διαβουλευσαμένους καὶ κατασκοπαῖς χρωμένους, ὁπόσοι τ’ ἐσμὲν καὶ ἐν ᾧ χωρίῳ, ἐξωσθῆναι ἂν τῇ ὥρᾳ ἐς χειμῶνα, ἢ καταπλαγέντας τῷ ἀδοκήτῳ καταλῦσαι ἂν τὸν πλοῦν, ἄλλως τε καὶ τοῦ ἐμπειροτάτου τῶν στρατηγῶν, ὡς ἐγὼ ἀκούω, ἄκοντος ἡγουμένου καὶ ἀσμένου ἂν πρόφασιν λαβόντος, εἴ τι ἀξιόχρεων ἀφ’ ἡμῶν ὀφθείη.
因此,根据这一推算,我认为他们甚至无法从克尔居拉起航,而是在一边商议、一边派人侦察我们的数量及位置时,因季节拖延而被迫进入冬季;或者因这出乎意料的局面而惊慌失措,从而取消远征。 尤其是,正如我所听闻的,他们中最有经验的将军是在违背本意的情况下担任指挥,只要我们展示出某种足以抗衡的力量,他必会欣然以此为借口放弃远征。
§6.34.7ἀγγελλοίμεθα δ’ ἂν εὖ οἶδ’ ὅτι ἐπὶ τὸ πλέον·
而且,关于我们的传言,我深信必定会被夸大。
τῶν δ’ ἀνθρώπων πρὸς τὰ λεγόμενα καὶ αἱ γνῶμαι ἵστανται, καὶ τοὺς προεπιχειροῦντας ἢ τοῖς γε ἐπιχειροῦσι προδηλοῦντας ὅτι ἀμυνοῦνται μᾶλλον πεφόβηνται, ἰσοκινδύνους ἡγούμενοι.
人们的决意往往因听到的传闻而定,而对于那些先发制人,或者至少向侵略者预先表明自己将坚决防守的人,人们会更加畏惧,因为人们认为他们具有同等的抗衡危险的能力。
§6.34.8ὅπερ ἂν νῦν Ἀθηναῖοι πάθοιεν.
这正是雅典人现在会面临的处境。
ἐπέρχονται γὰρ ἡμῖν ὡς οὐκ ἀμυνουμένοις, δικαίως κατεγνωκότες ὅτι αὐτοὺς οὐ μετὰ Λακεδαιμονίων ἐφθείρομεν·
因为他们是在认定我们不会防守的前提下来侵略我们的,由于我们过去没有与拉刻代蒙人联手消灭他们,他们如此轻视我们也是理所当然。
εἰ δ’ ἴδοιεν παρὰ γνώμην τολμήσαντας, τῷ ἀδοκήτῳ μᾶλλον ἂν καταπλαγεῖεν ἢ τῇ ἀπὸ τοῦ ἀληθοῦς δυνάμει.
但如果他们看到我们出乎意料地果敢行动,他们因这种意外而受到的震慑,将远胜于我们实际力量所带来的恐慌。
§6.34.9‘πείθεσθε οὖν μάλιστα μὲν ταῦτα τολμήσαντες, εἰ δὲ μή, ὅτι τάχιστα τἆλλα ἐς τὸν πόλεμον ἑτοιμάζειν, καὶ παραστῆναι παντὶ τὸ μὲν καταφρονεῖν τοὺς ἐπιόντας ἐν τῶν ἔργων τῇ ἀλκῇ δείκνυσθαι, τὸ δ’ ἤδη τὰς μετὰ φόβου παρασκευὰς ἀσφαλεστάτας νομίσαντας ὡς ἐπὶ κινδύνου πράσσειν χρησιμώτατον ἂν ξυμβῆναι.
‘因此,请听从我的劝告,最好是果敢地采取这一行动;如果做不到,也要尽快做好其他战争准备。 每个人心中都要确立这样一个信念:对侵略者的轻蔑要在实际战斗的勇猛中展现出来,但在目前,将伴随戒备的准备工作视为最安全之策,并视同面临危险般去行动,将是最有益的。
οἱ δὲ ἄνδρες καὶ ἐπέρχονται καὶ ἐν πλῷ εὖ οἶδ’ ὅτι ἤδη εἰσὶ καὶ ὅσον οὔπω πάρεισιν.
那些人不仅正向我们开来,而且我确信他们已经在航行中,几乎就要到了。
’”

词汇与语法注释

  1. 6.34.2ὥστε τάχ’ ἂν ἴσως νομίσαντες, εἰ τάδε προήσονται, κἂν σφεῖς ἐν πόνῳ εἶναι, ἐθελήσειαν — 此处 κἂν 是 καὶ ἄν 的缩合,其中的 ἄν 修饰不定式 εἶναι,在间接引语中代表潜在希求法(ἂν εἶεν)或相反事实直陈过去时(ἂν ἦσαν)。分词 νομίσαντες 引导这一想法并支配该不定式从句,而条件由 εἰ ... προήσονται 表示。结果主句的动词为带 ἄν 的 ἤτοι ... ἐθελήσειαν(潜在希求法)。
  2. 6.34.4Σικελιῶται γὰρ εἰ ἐθέλοιμεν ξύμπαντες ... ἀπαντῆσαι ... καὶ δῆλον ποιῆσαι — 伴有主格主语 Σικελιῶται 的不定式 ἀπαντῆσαι 与 ποιῆσαι 在整个提议的语境中起到了类似于命令或假设条件的作用。句子的主动词是后文的 μάλιστ’ ἂν αὐτοὺς ἐκπλήξαιμεν,使得整个不定式结构充当了这一潜在希求法结论的宏大条件从句(protasis)。
  3. 6.34.6τοῦ ἐμπειροτάτου τῶν στρατηγῶν ... ἀσμένου ἂν ... λαβόντος — 这是一个属格独立结构,其中小词 ἄν 附着于分词 λαβόντος。这使得分词带有了潜在或虚拟的语气,意为“(如果有机会的话)他将乐于获得”这一借口(即如果看到我们有强大的防备力量)。
  4. 6.34.9παραστῆναι παντὶ τὸ μὲν ... τὸ δ’ ... — 动词 παραστῆναι 在此作不及物/非人称使用,意为“(某种想法或信念)产生于心中”或“被确信”。它带与格 παντί(“对每个人”),其主语分别为由 τὸ μὲν ... 和 τὸ δ’ ... 引导的带冠词不定式从句。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.34.1-6.34.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.34.1-6.34.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。