§6.17.1‘καὶ ταῦτα ἡ ἐμὴ νεότης καὶ ἄνοια παρὰ φύσιν δοκοῦσα εἶναι ἐς τὴν Πελοποννησίων δύναμιν λόγοις τε πρέπουσιν ὡμίλησε καὶ ὀργῇ πίστιν παρασχομένη ἔπεισεν.
「そして、不自然であると思われる私のこの若さと『愚行』は、ふさわしい言葉をもってペロポネソス人の実力に対処し、情熱によって信頼を与えて彼らを説得したのです。
καὶ νῦν μὴ πεφόβησθε αὐτήν, ἀλλ’ ἕως ἐγώ τε ἔτι ἀκμάζω μετ’ αὐτῆς καὶ ὁ Νικίας εὐτυχὴς δοκεῖ εἶναι, ἀποχρήσασθε τῇ ἑκατέρου ἡμῶν ὠφελίᾳ.
ですから今、それを恐れることなく、私がそれとともに未だ全盛期にあり、またニキアスが幸運であると見られているうちに、私たち二人のそれぞれの強みを十分に活用してください。
§6.17.2καὶ τὸν ἐς τὴν Σικελίαν πλοῦν μὴ μεταγιγνώσκετε ὡς ἐπὶ μεγάλην δύναμιν ἐσόμενον.
また、シシリアへの遠征を、あたかも強大な敵に対するものであるかのように思って、思いとどまらないでください。
ὄχλοις τε γὰρ ξυμμείκτοις πολυανδροῦσιν αἱ πόλεις καὶ ῥᾳδίας ἔχουσι τῶν πολιτῶν τὰς μεταβολὰς καὶ ἐπιδοχάς.
なぜなら、現地の諸都市は雑多な群衆で人口が多く、市民の入れ替わりや新たな受け入れが容易に行われているからです。
§6.17.3καὶ οὐδεὶς δι’ αὐτὸ ὡς περὶ οἰκείας πατρίδος οὔτε τὰ περὶ τὸ σῶμα ὅπλοις ἐξήρτυται οὔτε τὰ ἐν τῇ χώρᾳ νομίμοις κατασκευαῖς·
それゆえ、誰も自分の祖国に対するかのように、自身の体を武装させることも、国内に恒久的な制度を整えることもしません。
ὅτι δὲ ἕκαστος ἢ ἐκ τοῦ λέγων πείθειν οἴεται ἢ στασιάζων ἀπὸ τοῦ κοινοῦ λαβὼν ἄλλην γῆν, μὴ κατορθώσας, οἰκήσειν, ταῦτα ἑτοιμάζεται.
むしろ各自は、言葉で説得するか、あるいは党派争いによって公から掠め取ったものを持って、もし失敗すれば別の土地に移住して暮らそうと考え、そのような準備をしているのです。
§6.17.4καὶ οὐκ εἰκὸς τὸν τοιοῦτον ὅμιλον οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶσθαι οὔτε ἐς τὰ ἔργα κοινῶς τρέπεσθαι·
このような群衆が、一つの意思のもとに説得に耳を傾けたり、共同して行動に移したりすることはあり得そうにありません。
ταχὺ δ’ ἂν ὡς ἕκαστοι, εἴ τι καθ’ ἡδονὴν λέγοιτο, προσχωροῖεν, ἄλλως τε καὶ εἰ στασιάζουσιν, ὥσπερ πυνθανόμεθα.
むしろ、自分の好みに合うことが語られれば、それぞれがすぐに寝返るでしょう。 とりわけ、私たちが聞き及んでいるように、彼らが内紛状態にあるならばなおさらです。
§6.17.5καὶ μὴν οὐδ’ ὁπλῖται οὔτ’ ἐκείνοις ὅσοιπερ κομποῦνται, οὔτε οἱ ἄλλοι Ἕλληνες διεφάνησαν τοσοῦτοι ὄντες ὅσους ἕκαστοι σφᾶς αὐτοὺς ἠρίθμουν, ἀλλὰ μέγιστον δὴ αὐτοὺς ἐψευσμένη ἡ Ἑλλὰς μόλις ἐν τῷδε τῷ πολέμῳ ἱκανῶς ὡπλίσθη.
さらに、彼らが誇るほどの重装歩兵もおらず、他のギリシア人にしても、各自が自認していたほどの数では現れませんでした。 むしろギリシアは彼らの数について大いに欺かれており、この戦争においてようやく十分に武装できたという有様なのです。
§6.17.6τά τε οὖν ἐκεῖ, ἐξ ὧν ἐγὼ ἀκοῇ αἰσθάνομαι, τοιαῦτα καὶ ἔτι εὐπορώτερα ἔσται (βαρβάρους [τε] γὰρ πολλοὺς ἕξομεν οἳ Συρακοσίων μίσει ξυνεπιθήσονται αὐτοῖς) καὶ τὰ ἐνθάδε οὐκ ἐπικωλύσει, ἢν ὑμεῖς ὀρθῶς βουλεύησθε.
したがって、私の聞き及んでいるところでは、現地の状況はそのようであり、さらに容易になるでしょう(なぜなら、シラクサ人への憎しみから、私たちとともに彼らを攻撃する多くの異民族を味方にできるからです)。 そして、あなた方が正しく決断するならば、本国の事情がこれを妨げることもありません。
§6.17.7οἱ γὰρ πατέρες ἡμῶν τοὺς αὐτοὺς τούτους οὕσπερ νῦν φασὶ πολεμίους ὑπολείποντας ἂν ἡμᾶς πλεῖν καὶ προσέτι τὸν Μῆδον ἐχθρὸν ἔχοντες τὴν ἀρχὴν ἐκτήσαντο, οὐκ ἄλλῳ τινὶ ἢ τῇ περιουσίᾳ τοῦ ναυτικοῦ ἰσχύοντες.
なぜなら、私たちの父祖たちは、私たちが遠征すれば背後に敵として残すことになると今人々が言っているまさにその同じ人々を、そしてさらにペルシア人をも敵に回しながら、他ならぬ海軍力の優位性のみによって帝国を築いたからです。
§6.17.8καὶ νῦν οὔτε ἀνέλπιστοί πω μᾶλλον Πελοποννήσιοι ἐς ἡμᾶς ἐγένοντο, εἴ τε καὶ πάνυ ἔρρωνται, τὸ μὲν ἐς τὴν γῆν ἡμῶν ἐσβάλλειν, κἂν μὴ ἐκπλεύσωμεν, ἱκανοί εἰσι, τῷ δὲ ναυτικῷ οὐκ ἂν δύναιντο βλάπτειν·
そして今や、ペロポネソス人が私たちに対して勝利の希望を失ったことは、かつてないほどです。 また、たとえ彼らが大いに強健であるとしても、私たちが遠征に出発しないにせよ、彼らが我が領土に侵攻することは可能ですが、海軍によって私たちを害することはできません。
ὑπόλοιπον γὰρ ἡμῖν ἐστὶν ἀντίπαλον ναυτικόν.
なぜなら、私たちにはそれに対抗できる海軍が国内に残されているからです。 」