§6.17.1‘καὶ ταῦτα ἡ ἐμὴ νεότης καὶ ἄνοια παρὰ φύσιν δοκοῦσα εἶναι ἐς τὴν Πελοποννησίων δύναμιν λόγοις τε πρέπουσιν ὡμίλησε καὶ ὀργῇ πίστιν παρασχομένη ἔπεισεν.
“而我这看似反常的年轻与‘愚蠢’,正是用恰当的言辞去应对伯罗奔尼撒人的实力,并以热情赢得了信任,说服了他们。
καὶ νῦν μὴ πεφόβησθε αὐτήν, ἀλλ’ ἕως ἐγώ τε ἔτι ἀκμάζω μετ’ αὐτῆς καὶ ὁ Νικίας εὐτυχὴς δοκεῖ εἶναι, ἀποχρήσασθε τῇ ἑκατέρου ἡμῶν ὠφελίᾳ.
因此,现在不要害怕它,而当我和它一起仍处于全盛时期,且尼西阿斯似乎享有好运时,请充分利用我们两人的各自益处。
§6.17.2καὶ τὸν ἐς τὴν Σικελίαν πλοῦν μὴ μεταγιγνώσκετε ὡς ἐπὶ μεγάλην δύναμιν ἐσόμενον.
也不要改变对西西里航行的决定,仿佛它是去对付一个伟大的强国似的。
ὄχλοις τε γὰρ ξυμμείκτοις πολυανδροῦσιν αἱ πόλεις καὶ ῥᾳδίας ἔχουσι τῶν πολιτῶν τὰς μεταβολὰς καὶ ἐπιδοχάς.
因为那里的城邦人口众多,却是由混杂的人群组成,极易经历公民的更迭和外来人口的接纳。
§6.17.3καὶ οὐδεὶς δι’ αὐτὸ ὡς περὶ οἰκείας πατρίδος οὔτε τὰ περὶ τὸ σῶμα ὅπλοις ἐξήρτυται οὔτε τὰ ἐν τῇ χώρᾳ νομίμοις κατασκευαῖς· ὅτι δὲ ἕκαστος ἢ ἐκ τοῦ λέγων πείθειν οἴεται ἢ στασιάζων ἀπὸ τοῦ κοινοῦ λαβὼν ἄλλην γῆν, μὴ κατορθώσας, οἰκήσειν, ταῦτα ἑτοιμάζεται.
因此,没有人像对待自己的祖国那样,既不用武器装备自己,也不用合法的设施去建设地方;相反,每个人认为自己要么通过言辞说服,要么通过党派斗争从公家夺取,以便在失败时去另一片土地定居,他们所准备的正是这些。
§6.17.4καὶ οὐκ εἰκὸς τὸν τοιοῦτον ὅμιλον οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶσθαι οὔτε ἐς τὰ ἔργα κοινῶς τρέπεσθαι· ταχὺ δ’ ἂν ὡς ἕκαστοι, εἴ τι καθ’ ἡδονὴν λέγοιτο, προσχωροῖεν, ἄλλως τε καὶ εἰ στασιάζουσιν, ὥσπερ πυνθανόμεθα.
这样的群众不可能同心协力地听取意见,也不可能共同投身于行动;相反,如果有什么合乎他们心意的话被说出来,他们很快就会各自归顺,尤其是如果他们如我们所听说的那样正处于内讧之中。
§6.17.5καὶ μὴν οὐδ’ ὁπλῖται οὔτ’ ἐκείνοις ὅσοιπερ κομποῦνται, οὔτε οἱ ἄλλοι Ἕλληνες διεφάνησαν τοσοῦτοι ὄντες ὅσους ἕκαστοι σφᾶς αὐτοὺς ἠρίθμουν, ἀλλὰ μέγιστον δὴ αὐτοὺς ἐψευσμένη ἡ Ἑλλὰς μόλις ἐν τῷδε τῷ πολέμῳ ἱκανῶς ὡπλίσθη.
再者,无论是他们所夸耀的那些重装步兵,还是其他希腊人的重装步兵,实际上都没有达到他们各自宣称的人数,相反,希腊人在估算他们的人数时受到了极大的欺骗,在这次战争中才勉强武装了足够的人员。
§6.17.6τά τε οὖν ἐκεῖ, ἐξ ὧν ἐγὼ ἀκοῇ αἰσθάνομαι, τοιαῦτα καὶ ἔτι εὐπορώτερα ἔσται (βαρβάρους [τε] γὰρ πολλοὺς ἕξομεν οἳ Συρακοσίων μίσει ξυνεπιθήσονται αὐτοῖς) καὶ τὰ ἐνθάδε οὐκ ἐπικωλύσει, ἢν ὑμεῖς ὀρθῶς βουλεύησθε.
因此,据我所听到的消息,那里的情况就是这样,而且还会更加容易(因为我们将有许多异族人,由于对叙拉古人的仇恨,他们会与我们一起进攻他们),而且只要你们做出正确的决定,这里的局势就不会阻碍我们。
§6.17.7οἱ γὰρ πατέρες ἡμῶν τοὺς αὐτοὺς τούτους οὕσπερ νῦν φασὶ πολεμίους ὑπολείποντας ἂν ἡμᾶς πλεῖν καὶ προσέτι τὸν Μῆδον ἐχθρὸν ἔχοντες τὴν ἀρχὴν ἐκτήσαντο, οὐκ ἄλλῳ τινὶ ἢ τῇ περιουσίᾳ τοῦ ναυτικοῦ ἰσχύοντες.
因为我们的父辈,在面对现在人们所谓的我们出航后会留在身后的那些同样敌人,并且还要面对波斯人这一劲敌的情况下,建立了我们的帝国,他们所凭借的无非是海军力量的绝对优势。
§6.17.8καὶ νῦν οὔτε ἀνέλπιστοί πω μᾶλλον Πελοποννήσιοι ἐς ἡμᾶς ἐγένοντο, εἴ τε καὶ πάνυ ἔρρωνται, τὸ μὲν ἐς τὴν γῆν ἡμῶν ἐσβάλλειν, κἂν μὴ ἐκπλεύσωμεν, ἱκανοί εἰσι, τῷ δὲ ναυτικῷ οὐκ ἂν δύναιντο βλάπτειν· ὑπόλοιπον γὰρ ἡμῖν ἐστὶν ἀντίπαλον ναυτικόν.
而且现在,伯罗奔尼撒人对我们而言,从未像现在这样毫无希望;即使他们极其强大,即使我们不出海,他们也确实有能力入侵我们的领土,但他们无法用海军来伤害我们;因为我们还留有一支足以抗衡的海军。 ”