§5.82.1τοῦ δ’ ἐπιγιγνομένου θέρους Διῆς τε οἱ ἐν Ἄθῳ ἀπέστησαν Ἀθηναίων πρὸς Χαλκιδέας, καὶ Λακεδαιμόνιοι τὰ ἐν Ἀχαΐᾳ οὐκ ἐπιτηδείως πρότερον ἔχοντα καθίσταντο.
翌夏、アトス山のディオス人たちがアテナイ人から離反してカルキス人の側につき、ラケダイモン人はアカイアの国政が以前は彼らにとって好ましくない状態であったのを整理した。
§5.82.2καὶ Ἀργείων ὁ δῆμος κατ’ ὀλίγον ξυνιστάμενός τε καὶ ἀναθαρσήσας ἐπέθεντο τοῖς ὀλίγοις, τηρήσαντες αὐτὰς τὰς γυμνοπαιδίας τῶν Λακεδαιμονίων·
そしてアルゴスの民衆は、少しずつ結集して再び勇気を取り戻し、ラケダイモン人のまさにギュムノパイディア(裸体祭)の時期を狙って、少数派を襲撃した。
καὶ μάχης γενομένης ἐν τῇ πόλει ἐπεκράτησεν ὁ δῆμος, καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐξήλασεν.
市内で戦闘が起こると、民衆が勝利を収め、ある者は殺害し、ある者は追放した。
§5.82.3οἱ δὲ Λακεδαιμόνιοι, ἕως μὲν αὐτοὺς μετεπέμποντο οἱ φίλοι, οὐκ ἦλθον ἐκ πλέονος, ἀναβαλόμενοι δὲ τὰς γυμνοπαιδίας ἐβοήθουν.
一方、ラケダイモン人は、味方が自分たちを招いている間は、長らく赴こうとしなかったが、ついにギュムノパイディアを延期して救援に向かった。
καὶ ἐν Τεγέᾳ πυθόμενοι ὅτι νενίκηνται οἱ ὀλίγοι, προελθεῖν μὲν οὐκέτι ἠθέλησαν δεομένων τῶν διαπεφευγότων, ἀναχωρήσαντες δὲ ἐπ᾽ οἴκου τὰς γυμνοπαιδίας ἦγον.
そしてテゲアで、少数派が敗北したことを知ると、逃れてきた者たちの懇願にもかかわらず、もはやそれ以上進むことを拒み、帰国してギュムノパイディアを催した。
§5.82.4καὶ ὕστερον ἐλθόντων πρέσβεων ἀπό τε τῶν ἐν τῇ πόλει [ἀγγέλων] καὶ τῶν ἔξω Ἀργείων, παρόντων τε τῶν ξυμμάχων καὶ ῥηθέντων πολλῶν ἀφ’ ἑκατέρων ἔγνωσαν μὲν ἀδικεῖν τοὺς ἐν τῇ πόλει, καὶ ἔδοξεν αὐτοῖς στρατεύειν ἐς Ἄργος, διατριβαὶ δὲ καὶ μελλήσεις ἐγίγνοντο.
その後、市内の者たちと、市外に逃れたアルゴス人の双方から使節がやって来て、同盟国も立ち会い、双方から多くの弁明がなされた結果、ラケダイモン人は市内の者たちが不正を行っていると判定し、アルゴスへ遠征することを決定したが、引き延ばしや猶予が繰り返された。
§5.82.5ὁ δὲ δῆμος τῶν Ἀργείων ἐν τούτῳ φοβούμενος τοὺς Λακεδαιμονίους καὶ τὴν τῶν Ἀθηναίων ξυμμαχίαν πάλιν προσαγόμενός τε καὶ νομίζων μέγιστον ἂν σφᾶς ὠφελῆσαι, τειχίζει μακρὰ τείχη ἐς θάλασσαν, ὅπως, ἢν τῆς γῆς εἴργωνται, ἡ κατὰ θάλασσαν σφᾶς μετὰ τῶν Ἀθηναίων ἐπαγωγὴ τῶν ἐπιτηδείων ὠφελῇ.
その間に、アルゴスの民衆はラケダイモン人を恐れ、再びアテナイ人との同盟を引き入れようとし、それが自分たちにとって最大の援助になると信じて、海に至る長城を建設した。 それは、仮に陸路を封鎖されたとしても、海路からアテナイ人とともに食糧などの物資を搬入することが、自分たちの助けとなるようにするためであった。
§5.82.6ξυνῄδεσαν δὲ τὸν τειχισμὸν καὶ τῶν ἐν Πελοποννήσῳ τινὲς πόλεων.
ペロポネソスのいくつかの都市もこの長城建設を知っていた。
καὶ οἱ μὲν Ἀργεῖοι πανδημεί, καὶ αὐτοὶ καὶ γυναῖκες καὶ οἰκέται, ἐτείχιζον· καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς ἦλθον τέκτονες καὶ λιθουργοί.
アルゴス人たちは市民自身も、妻も、奴隷も総出で、挙国一致で建設に当たり、アテナイからも彼らのために大工や石工がやって来た。
καὶ τὸ θέρος ἐτελεύτα.
そして夏が終了した。