Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.82.1-5.82.6

阿哥斯民主派起义与修筑长墙

第 582 段,共 917 段 · 希腊语

内容简介

次年夏天,阿哥斯的民众派团结起来推翻了亲拉刻代蒙的寡头派,并开始向海边修筑长墙,以期恢复与雅典的同盟。

§5.82.1τοῦ δ’ ἐπιγιγνομένου θέρους Διῆς τε οἱ ἐν Ἄθῳ ἀπέστησαν Ἀθηναίων πρὸς Χαλκιδέας, καὶ Λακεδαιμόνιοι τὰ ἐν Ἀχαΐᾳ οὐκ ἐπιτηδείως πρότερον ἔχοντα καθίσταντο.
在次年夏天,阿索斯山的迪奥斯人背叛雅典人而投奔卡尔基迪亚人,拉刻代蒙人则整理了阿开亚此前对他们不利的局势。
§5.82.2καὶ Ἀργείων ὁ δῆμος κατ’ ὀλίγον ξυνιστάμενός τε καὶ ἀναθαρσήσας ἐπέθεντο τοῖς ὀλίγοις, τηρήσαντες αὐτὰς τὰς γυμνοπαιδίας τῶν Λακεδαιμονίων·
阿哥斯的民众人群逐渐结集并重获勇气,趁着拉刻代蒙人举行裸体祭(Gymnopaidia)的机会,袭击了少数人。
καὶ μάχης γενομένης ἐν τῇ πόλει ἐπεκράτησεν ὁ δῆμος, καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐξήλασεν.
城内发生战斗后,民众党占了上风,杀死了一些人,驱逐了另一些人。
§5.82.3οἱ δὲ Λακεδαιμόνιοι, ἕως μὲν αὐτοὺς μετεπέμποντο οἱ φίλοι, οὐκ ἦλθον ἐκ πλέονος, ἀναβαλόμενοι δὲ τὰς γυμνοπαιδίας ἐβοήθουν.
至于拉刻代蒙人,只要他们的朋友在召集他们,他们就很长时间没有前来,但最终,他们推迟了裸体祭并前往救援。
καὶ ἐν Τεγέᾳ πυθόμενοι ὅτι νενίκηνται οἱ ὀλίγοι, προελθεῖν μὲν οὐκέτι ἠθέλησαν δεομένων τῶν διαπεφευγότων, ἀναχωρήσαντες δὲ ἐπ᾽ οἴκου τὰς γυμνοπαιδίας ἦγον.
当他们在帖格亚听说少数人被打败时,尽管逃脱的人百般恳求,他们也不愿再往前走,而是返回家乡举行了裸体祭。
§5.82.4καὶ ὕστερον ἐλθόντων πρέσβεων ἀπό τε τῶν ἐν τῇ πόλει [ἀγγέλων] καὶ τῶν ἔξω Ἀργείων, παρόντων τε τῶν ξυμμάχων καὶ ῥηθέντων πολλῶν ἀφ’ ἑκατέρων ἔγνωσαν μὲν ἀδικεῖν τοὺς ἐν τῇ πόλει, καὶ ἔδοξεν αὐτοῖς στρατεύειν ἐς Ἄργος, διατριβαὶ δὲ καὶ μελλήσεις ἐγίγνοντο.
后来,来自城内的人和在城外的阿哥斯人都派来了使节,在盟友出席且双方进行了大量辩论后,拉刻代蒙人判定城内的人是不正义的,并决定对阿哥斯出兵,但随后出现了一些拖延和迟疑。
§5.82.5ὁ δὲ δῆμος τῶν Ἀργείων ἐν τούτῳ φοβούμενος τοὺς Λακεδαιμονίους καὶ τὴν τῶν Ἀθηναίων ξυμμαχίαν πάλιν προσαγόμενός τε καὶ νομίζων μέγιστον ἂν σφᾶς ὠφελῆσαι, τειχίζει μακρὰ τείχη ἐς θάλασσαν, ὅπως, ἢν τῆς γῆς εἴργωνται, ἡ κατὰ θάλασσαν σφᾶς μετὰ τῶν Ἀθηναίων ἐπαγωγὴ τῶν ἐπιτηδείων ὠφελῇ.
与此同时,阿哥斯的民众因害怕拉刻代蒙人,再次引入雅典人的同盟,并认为这会对他们有极大的帮助,于是向海边修筑长墙,以便一旦被陆路封锁,在雅典人的协助下通过海路运进必需品能对他们有所助益。
§5.82.6ξυνῄδεσαν δὲ τὸν τειχισμὸν καὶ τῶν ἐν Πελοποννήσῳ τινὲς πόλεων.
伯罗奔尼撒的一些城市也知道修墙这件事。
καὶ οἱ μὲν Ἀργεῖοι πανδημεί, καὶ αὐτοὶ καὶ γυναῖκες καὶ οἰκέται, ἐτείχιζον· καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς ἦλθον τέκτονες καὶ λιθουργοί.
阿哥斯人全员出动,包括他们自己、妇女和奴隶,共同修筑;来自雅典的木匠和石匠也来帮助他们。
καὶ τὸ θέρος ἐτελεύτα.
夏季宣告结束。

词汇与语法注释

  1. §5.82.1τὰ ἐν Ἀχαΐᾳ οὐκ ἐπιτηδείως πρότερον ἔχοντα καθίσταντο — 动词 καθίσταντο(中动未完成过去时)意为“为自己整理/确立”,以 τὰ ἐν Ἀχαΐᾳ(阿开亚的事态)为直接宾语。分词短语 οὐκ ἐπιτηδείως πρότερον ἔχοντα(使用 ἔχω 搭配副词表示状态)作为表语性附加语,说明这些事态在干预前处于不利于他们的状态。
  2. §5.82.3ἕως μὲν αὐτοὺς μετεπέμποντο οἱ φίλοι, οὐκ ἦλθον ἐκ πλέονος — 连词 ἕως 与未完成过去时 μετεπέμποντο 连用,表示动作的持续(“当……之时”)。主句中的 ἐκ πλέονος(字面意为“自更久[时间]起”)与否定过去式 οὐκ ἦλθον 结合,表达了拉刻代蒙人长期拖延、未能提前前来的消极态度。
  3. §5.82.5ὅπως, ἢν τῆς γῆς εἴργωνται, ἡ κατὰ θάλασσαν σφᾶς μετὰ τῶν Ἀθηναίων ἐπαγωγὴ τῶν ἐπιτηδείων ὠφελῇ — 一个条件从句(ἢν τῆς γῆς εἴργωνται,“如果他们被陆路封锁”)被嵌套在由 ὅπως 引导、带虚拟语气 ὠφελῇ 的目的从句中。目的从句的主语是名词短语 ἡ ... ἐπαγωγή(“运进”),而 σφᾶς 是其对格代词宾语(“他们”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.82.1-5.82.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.82.1-5.82.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。