Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §5.47.1-5.47.12

アテナイとアルゴスら四カ国の百年同盟条約文

547 / 917 箇所 · ギリシア語

要旨

アテナイ、アルゴス、マンティネイア、エリスの間で締結された百年間の平和条約および同盟の具体的な条文が提示される。相互援助の義務、軍隊の維持費、指揮権の分配、誓言の手続き、条約を刻む記念碑の設置場所などが細かく規定されている。

§5.47.1‘σπονδὰς ἐποιήσαντο ἑκατὸν Ἀθηναῖοι ἔτη καὶ Ἀργεῖοι καὶ Μαντινῆς καὶ Ἠλεῖοι 〈πρὸς ἀλλήλους 〉, ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων ὧν ἄρχουσιν ἑκάτεροι, ἀδόλους καὶ ἀβλαβεῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
「アテナイ人とアルゴス人とマンティネイア人とエリス人は、百年の間、彼ら自身および各々が支配する同盟者のために、陸上および海上において、欺瞞なく無害な平和条約を互いに結んだ。
§5.47.2ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν ἐπὶ πημονῇ μήτε Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους ἐπὶ Ἀθηναίους καὶ τοὺς ξυμμάχους ὧν ἄρχουσιν Ἀθηναῖοι μήτε Ἀθηναίους καὶ τοὺς ξυμμάχους 〈ὧν ἄρχουσιν Ἀθηναῖοι〉 ἐπὶ Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους, τέχνῃ μηδὲ μηχανῇ μηδεμιᾷ.
害を加える目的で武器を携えて進軍することは、アルゴス人とエリス人とマンティネイア人およびその同盟者が、アテナイ人およびアテナイ人の支配する同盟者に対して行うことも、またアテナイ人およびアテナイ人の支配する同盟者が、アルゴス人とエリス人とマンティネイア人およびその同盟者に対して行うことも、いかなる手段や計略によっても許されない。
§5.47.3κατὰ τάδε ξυμμάχους εἶναι Ἀθηναίους καὶ Ἀργείους καὶ Μαντινέας καὶ Ἠλείους ἑκατὸν ἔτη.
以下に従って、アテナイ人とアルゴス人とマンティネイア人とエリス人は百年の間、同盟関係にあるものとする。
ἢν πολέμιοι ἴωσιν ἐπὶ τὴν γῆν τὴν Ἀθηναίων, βοηθεῖν Ἀργείους καὶ Μαντινέας καὶ Ἠλείους Ἀθήναζε, καθ’ ὅτι ἂν ἐπαγγέλλωσιν Ἀθηναῖοι, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
もし敵がアテナイ人の領土へ進攻した場合、アルゴス人とマンティネイア人とエリス人は、アテナイ人が要請する通りに、彼らのできる限り最も強力な方法で、アテナイを救援しなければならない。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Ἀργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἁπασῶν τῶν πόλεων τούτων·
もし敵が略奪をして去ったならば、その都市はアルゴス人、マンティネイア人、エリス人、アテナイ人にとって敵国とみなされ、これらすべての都市によって打撃を加えられるものとする。
καταλύειν δὲ μὴ ἐξεῖναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν μηδεμιᾷ τῶν πόλεων, ἢν μὴ ἁπάσαις δοκῇ.
また、すべての都市の同意がない限り、いかなる都市もこの都市に対する戦争を終結させることはできない。
§5.47.4βοηθεῖν δὲ καὶ Ἀθηναίους ἐς Ἄργος καὶ Μαντίνειαν καὶ Ἦλιν, ἢν πολέμιοι ἴωσιν ἐπὶ τὴν γῆν τὴν Ἀργείων ἢ τὴν Μαντινέων ἢ τὴν Ἠλείων, καθ’ ὅτι ἂν ἐπαγγέλλωσιν αἱ πόλεις αὗται, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
アテナイ人もまた、アルゴス、マンティネイア、エリスを救援しなければならない。 もし敵がアルゴス人、あるいはマンティネイア人、あるいはエリス人の領土へ進攻した場合、これらの都市が要請する通りに、彼らのできる限り最も強力な方法で救援しなければならない。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Ἀθηναίοις καὶ Ἀργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ κακῶς πάσχειν ὑπὸ ἁπασῶν τούτων τῶν πόλεων·
もし敵が略奪をして去ったならば、その都市はアテナイ人、アルゴス人、マンティネイア人、エリス人にとって敵国とみなされ、これらすべての都市によって打撃を加えられるものとする。
καταλύειν δὲ μὴ ἐξεῖναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν 〈μηδεμιᾷ τῶν πόλεων〉, ἢν μὴ ἁπάσαις δοκῇ [ταῖς πόλεσιν].
また、すべての都市の同意がない限り、いかなる都市もこの都市に対する戦争を終結させることはできない。
§5.47.5ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας διιέναι ἐπὶ πολέμῳ διὰ τῆς γῆς τῆς σφετέρας αὐτῶν καὶ τῶν ξυμμάχων ὧν ἄρχουσιν ἕκαστοι, μηδὲ κατὰ θάλασσαν, ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν τὴν δίοδον εἶναι, Ἀθηναίων καὶ Ἀργείων καὶ Μαντινέων καὶ Ἠλείων.
武装した者たちが戦争目的で自分たちの領土および各々が支配する同盟者の領土を通過することを、海路も含めて許してはならない。 ただし、アテナイ、アルゴス、マンティネイア、エリスのすべての都市がその通過を認める決議を行った場合はこの限りではない。
§5.47.6τοῖς δὲ βοηθοῦσιν ἡ πόλις ἡ πέμπουσα παρεχέτω μέχρι μὲν τριάκοντα ἡμερῶν σῖτον, ἐπὴν ἔλθωσιν ἐς τὴν πόλιν τὴν ἐπαγγείλασαν βοηθεῖν, καὶ ἀπιοῦσι κατὰ ταὐτά·
救援を送る都市は、要請した都市に到着してから30日間、その軍隊に食糧を供給するものとし、帰還する際も同様とする。
ἢν δὲ πλέονα βούληται χρόνον τῇ στρατιᾷ χρῆσθαι, ἡ πόλις ἡ μεταπεμψαμένη διδότω σῖτον, τῷ μὲν ὁπλίτῃ καὶ ψιλῷ καὶ τοξότῃ τρεῖς ὀβολοὺς Αἰγιναίους τῆς ἡμέρας ἑκάστης, τῷ δ’ ἱππεῖ δραχμὴν Αἰγιναίαν.
もし要請した都市がより長い期間その軍隊を使用することを望む場合、軍隊を呼び寄せた都市が食糧を支給しなければならない。 その額は、重装歩兵、軽装歩兵、弓兵に対しては1日につきアイギナのオボロス貨3枚、騎兵に対してはアイギナのドラクマ貨1枚とする。
§5.47.7ἡ δὲ πόλις ἡ μεταπεμψαμένη 〈τῇ στρατιᾷ〉 τὴν ἡγεμονίαν ἐχέτω, ὅταν ἐν τῇ αὑτῆς ὁ πόλεμος ᾖ·
軍隊を呼び寄せた都市は、戦争が自国内で行われている間は指導権を持つ。
ἢν δέ ποι δόξῃ 〈ἁπάσαις 〉 ταῖς πόλεσι κοινῇ στρατεύεσθαι, τὸ ἴσον τῆς ἡγεμονίας μετεῖναι ἁπάσαις ταῖς πόλεσιν.
しかし、もしすべての都市が共同で遠征を行うことを決定した場合には、指導権はすべての都市に平等に分担されるものとする。
§5.47.8ὀμόσαι δὲ τὰς σπονδὰς Ἀθηναίους μὲν ὑπέρ τε σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων, Ἀργεῖοι δὲ καὶ Μαντινῆς καὶ Ἠλεῖοι καὶ οἱ ξύμμαχοι τούτων κατὰ πόλεις ὀμνύντων.
この条約を、アテナイ人は自分たちと自分たちの同盟者のために誓い、アルゴス人、マンティネイア人、エリス人およびその同盟者は、都市ごとに誓うものとする。
ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἕκαστοι τὸν μέγιστον κατὰ ἱερῶν τελείων.
各々は、最も神聖な犠牲獣に誓う、自国で最も厳粛な誓いを立てるものとする。
ὁ δὲ ὅρκος ἔστω ὅδε·
その誓いは以下の通りである。
“ἐμμενῶ τῇ ξυμμαχίᾳ κατὰ τὰ ξυγκείμενα δικαίως καὶ ἀβλαβῶς καὶ ἀδόλως, καὶ οὐ παραβήσομαι τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ.
『私は、合意された事項に従って、公正に、無害に、欺瞞なくこの同盟を遵守し、いかなる手段や計略によってもこれに背くことはない。
§5.47.9ὀμνύντων δὲ Ἀθήνησι μὲν ἡ βουλὴ καὶ αἱ ἔνδημοι ἀρχαί, ἐξορκούντων δὲ οἱ πρυτάνεις·
』アテナイにおいては評議会と現地の政務官が誓い、プリュタネイスが誓わせるものとする。
ἐν Ἄργει δὲ ἡ βουλὴ καὶ οἱ ὀγδοήκοντα καὶ οἱ ἀρτῦναι, ἐξορκούντων δὲ οἱ ὀγδοήκοντα·
アルゴスにおいては評議会、八十人会、およびアルテュナイが誓い、八十人会が誓わせるものとする。
ἐν δὲ Μαντινείᾳ οἱ δημιουργοὶ καὶ ἡ βουλὴ καὶ αἱ ἄλλαι ἀρχαί, ἐξορκούντων δὲ οἱ θεωροὶ καὶ οἱ πολέμαρχοι·
マンティネイアにおいてはデミウルゴイ、評議会、およびその他の政務官が誓い、テオロイとポレマルコスが誓わせるものとする。
ἐν δὲ Ἤλιδι οἱ δημιουργοὶ καὶ οἱ τὰ τέλη ἔχοντες καὶ οἱ ἑξακόσιοι, ἐξορκούντων δὲ οἱ δημιουργοὶ καὶ οἱ θεσμοφύλακες.
エリスにおいてはデミウルゴイ、政務を司る者たち、および六百人会が誓い、デミウルゴイとテスモピュラケスが誓わせるものとする。
§5.47.10ἀνανεοῦσθαι δὲ τοὺς ὅρκους Ἀθηναίους μὲν ἰόντας ἐς Ἦλιν καὶ ἐς Μαντίνειαν καὶ ἐς Ἄργος τριάκοντα ἡμέραις πρὸ Ὀλυμπίων, Ἀργείους δὲ καὶ Ἠλείους καὶ Μαντινέας ἰόντας Ἀθήναζε δέκα ἡμέραις πρὸ Παναθηναίων τῶν μεγάλων.
誓いの更新は、アテナイ人はオリンピア祭の三十日前にエリス、マンティネイア、アルゴスへ赴いて行い、アルゴス人、エリス人、マンティネイア人は大パナテナイア祭の十日前にアテナイへ赴いて行うものとする。
§5.47.11τὰς δὲ ξυνθήκας τὰς περὶ τῶν σπονδῶν καὶ τῶν ὅρκων καὶ τῆς ξυμμαχίας ἀναγράψαι ἐν στήλῃ λιθίνῃ Ἀθηναίους μὲν ἐν πόλει, Ἀργείους δὲ ἐν ἀγορᾷ ἐν τοῦ Ἀπόλλωνος τῷ ἱερῷ, Μαντινέας δὲ ἐν τοῦ Διὸς τῷ ἱερῷ ἐν τῇ ἀγορᾷ·
平和条約、誓い、および同盟に関する契約書は、石柱に刻み、アテナイ人はアクロポリスに、アルゴス人は広場のアポロンの神殿に、マンティネイア人は広場のゼウスの神殿に建てるものとする。
καταθέντων δὲ καὶ Ὀλυμπίασι στήλην χαλκῆν κοινῇ Ὀλυμπίοις τοῖς νυνί.
また、共同で、今回のオリンピア祭においてオリンピアに青銅の柱を建てるものとする。
§5.47.12ἐὰν δέ τι δοκῇ ἄμεινον εἶναι ταῖς πόλεσι ταύταις προσθεῖναι πρὸς τοῖς ξυγκειμένοις, ὅτι [δ᾽] ἂν δόξῃ ταῖς πόλεσιν ἁπάσαις κοινῇ βουλευομέναις, τοῦτο κύριον εἶναι.
もしこれらの都市に、合意された事項に何かより良い事柄を付け加えることが望ましいと思われるならば、すべての都市が共同で討議して決定したことは何であれ、有効なものとする。

語釈・文法注

  1. 5.47.1σπονδὰς ἐποιήσαντο... ἑκατὸν ἔτη — ἑκατὸν ἔτη は「100年間」という時間を表す対格(時間の持続)。動詞 ἐποιήσαντο は中間態で、自分たちのために「条約を結んだ」という意味。
  2. 5.47.2ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν — 非人称動詞 ἔξεστι(許される)の三人称単数命令形 ἐξέστω に不定詞 ἐπιφέρειν が続いている。否定辞は命令法であるため μή が用いられている。
  3. 5.47.3κατὰ τάδε ξυμμάχους εἶναι — 不定詞 εἶναι は、条約文などの公式文書に特有の「命令的(意思表示の)不定詞」(imperative infinitive)として機能しており、実質的な命令・義務を表す。
  4. 5.47.3ἢν δὲ δῃώσαντες οἴχωνται — 動詞 οἴχομαι と結びつく分詞 δῃώσαντες は、「~して去る」「すでに~してしまっている」という動作の完了や立ち去る様子を強調する補助分詞(supplementary participle)である。
  5. 5.47.5ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν — ψηφισαμένων τῶν πόλεων ἁπασῶν は属格独立構文(genitive absolute)であり、条件節 ἢν μὴ(~でない限り)の中に埋め込まれており、「すべての都市が決議しない限り」という例外条件を提示している。
  6. 5.47.6ἐπὴν ἔλθωσιν... καὶ ἀπιοῦσι κατὰ ταὐτά — 与格 ἀπιοῦσι(帰る際にも)は、前文の「到着した時」を表す ἐπὴν ἔλθωσιν(接続法・時間節)に呼応する形で、帰還の際の時間関係を簡潔に示す与格(行為が起きる時を表す)として用いられている。
  7. 5.47.10τριάκοντα ἡμεραις πρὸ Ὀλυμπίων — 与格 τριάκοντα ἡμέραις は「差の度合いを示す与格」(dative of measure of difference)で、「オリンピア祭の30日前」という時間的間隔の大きさを表している。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §5.47.1-5.47.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.47.1-5.47.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。